1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

162

ἢ τὰ τοῦ σώματος, τότε διαιρῶν ἔλεγεν ὡς· «Οἱ μὲν ἐπί τινι καὶ εἰσὶ καὶ λέγονται, οἱ δὲ οὔτ' εἰσὶν οὔτε λέγονται, οἱ δὲ λέγονται μέν, οὐκ εἰσὶ δέ, οἱ δ' ἀνάπαλιν εἰσὶ μὲν, οὐ λέγονται δέ· ἐν τούτοις τακτέον καὶ Ἰταλούς, μὴ λεγομένους μέν, ἀλλ' ὄντας ἐνόχους αἱρέσει.» Τοῦτο τὸν μὲν πατριάρχην ἐθάρρυνε πλέον, βασιλεῖ δὲ δεινὸν ἔδοξε καὶ βαρύ. Λῦσε δὲ λαιψηρὴν ἀγορὴν αὐτίκα, μὴ οἷός θ' ὑπενεγκεῖν τοὺς λόγους· 483 ἀνασεσόβηται γὰρ ἐντεῦθεν ἡ θήρα τῷ βασιλεῖ, καὶ οὐκ εἶχεν ὅ τι καὶ λέξοι, ὡς ὑπ' ἀνάγκης ἀληθεύειν δοκοῦντος. Ἀλλ' οἱ ἀμφὶ τὸν ἀρχιδιάκονόν τε καὶ τὸν πρωτοαποστολάριον, δίκην σφηκῶν ὁρμήσαντες ἐνοδίων, ἐπεῖχον στερρῶς τῷ Βέκκῳ, ὡς κακῶς κρίνοντι, λογίῳ καὶ ταῦτά γε ὄντι καὶ ὑπὲρ τοὺς πολλοὺς δοκοῦντι φρονεῖν.

ιγʹ. Ὅπως ὁ Χοῦμνος Ἰωάννης κατηγόρει τοῦ χαρτοφύλακος Βέκκου. Ἡμέρα παρῆλθεν ἐκείνη, καὶ ὁ χαρτοφύλαξ τῷ βασιλεῖ ἀπηχθάνετο, αἰτίας ἐργολαβοῦντι τοῦ βλάψαι. Καὶ δι' ὑπερβολὴν ὀργῆς, τὸν Χοῦμνον προστησάμενος Ἰωάννην, ὡς παραπρεσβευτήν, ἐκείνου διώκοντος, ἔκρινεν. Εἰσάγει τε τὴν κατηγορίαν ὁ Χοῦμνος ἐπὶ συνόδου, καὶ ὁ κατηγορούμενος τὴν ὑπόθεσιν παρεγράφετο καὶ τὴν κατηγορίαν ὡς ὑπερήμερον παρεκρούετο, κατηγορίαν λέγων εἶναι ταύτην καὶ μόνου τοῦ βασιλέως, αὐτὸν δ' οὐχ οἷόν τ' εἶναι μετὰ δεσπότου κρίνεσθαι. Ταῦτ' ἔλεγεν ἐπὶ συνόδου, σταθεὶς ἐπ' αὐτοῦ τοῦ τόπου οὗ τὸ πρότερον ἐκαθέζετο, τοῦ Χούμνου μέσον ἱσταμένου καὶ κατηγοροῦντος, τῶν δὲ συγκλητικῶν ἀρχόντων, τοῦ μεγάλου λογοθέτου τοῦ Ἀκροπολίτου, τοῦ λογοθέτου τῶν οἰκειακῶν τοῦ Ἰατροπούλου καὶ ἄλλων συνεδριαζόντων τῇ συνόδῳ καὶ θελόντων κρίνειν, ὡς ἐκ προσώπου τοῦ βασιλέως πεμφθέντων. Τότε τοίνυν οἱ μὲν ἀρχιερεῖς παρῃτοῦντο τὴν κρίσιν, μὴ ἔχειν κρίνειν λέγοντες κληρικὸν πατριάρχου, εἰ μὴ αὐτὸς ἐπιτρέ ψειεν· ὁ δὲ πατριάρχης οὐδ' ὅλως ἐδίδου, ἀλλ' ἅπαξ εὑρὼν συνεργόν, ὑπερμαχεῖν ἤθελεν. Ἀπραξία δ' ἐντεῦθεν κατηκολούθει καὶ συνόδῳ καὶ ἄρχουσιν, ὡς εἰπεῖν τὸν μέγαν λογοθέτην, τότε καταφερόμενον τῆς συνόδου, ὡς· «Ἀπὸ ῥινὸς ἕλκει ὁ χαρτοφύλαξ τὴν σύνοδον, καὶ τί ποιητέον οὐκ οἶδα.» Οὕτως ἀποκρουσθέντες, ὑπέστρεφόν τε πρὸς βασιλέα καὶ ἃ συμβεβήκει ἀπήγγελλον. Περὶ μέντοι τοῦ καθ' αὑτὸν ὁ χαρτοφύλαξ ὑποστελλόμενος, ὡς μὴ δοκοίη προσκρούειν τῷ βασιλεῖ, ἀπελθὼν ἠντιβόλει μή οἱ ἀκαταιτιάτῳ μηνίειν· αὐτὸς γὰρ ἕτοιμος εἶναι καὶ ὀφφίκιον ἀποθέσθαι καὶ πᾶσαν ἀφεῖναι 485 τὴν πρὸς αὐτὸν πρόσοδον, κοινωνικὸς δ' εἶναι τῇ ἐκκλησίᾳ, κἂν ὅ τι πράξοι, μὴ παραιτεῖσθαι τὴν βασιλέως χάριν, καὶ τοῦτο ὡς μὴ σχίζειν τὴν ἐκκλησίαν δοκοίη· εἰ δ' οὖν, ἀλλὰ καὶ εἰς ἐξορίαν πέμπεσθαι, εἰ θελητὸν τῷ κρατοῦντι, καὶ τοῦτ' εἶναι πρόθυμος. Ὁ μέντοι γε βασιλεύς, τὴν τῆς ὀργῆς ἀδοξίαν τῷ δῆθεν πρὸς αὐτὸν φιλανθρώπῳ συγκρύπτων, ἀπέπεμπε πρὸς τὰ οἴκοι, μηδὲν εἰπών. Ὁ δὲ καὶ εἰς ἐξορίαν προητοιμάζετο καί, τὰ αὑτοῦ τῷ σκευοφυλακίῳ τῆς ἐκκλησίας ἀνατιθείς, ἱματίων πενιχρῶν ἑαυτῷ προὐνόει καί γε τοὺς ἰδίους φέρων καὶ ἑαυτὸν τῷ μεγάλῳ ναῷ κατεπίστευεν. Ὡς γοῦν οὐκ ἀνυστὰ ἐδόκει τὰ πρὸς ἐκεῖνον τῷ βασιλεῖ, τῷ ναῷ προσφυγόντα, πέμψας βασιλικὰς συλλαβὰς ἐνσεσημασμένας τῷ ἐρυθρῷ, μεθ' ἁπάσης ἐκεῖνον μετεκαλεῖτο τιμῆς. Καὶ ὃς καθυπήκουε καί, ἐξελθὼν αὐτίκα, εὐθὺ ἄπεισι τοῦ καλοῦντος καὶ πρὶν ἐμφανισθῆναι κατέχεται καὶ εἰς φυλακὴν τὴν τοῦ Ἀνεμᾶ πύργου τοῖς Κελτοῖς σωματοφύλαξι δίδοται. Ὁ μὲν οὖν ἐν τούτοις ἦν.

ιδʹ. Τὰ περὶ τοῦ τόμου ὃν ἀπέστειλε πρὸς τὴν ἐκκλησίαν ὁ βασιλεύς. Ὁ δὲ βασιλεύς, τοῖς περὶ αὐτὸν λογίοις χρησάμενος, ὧν πρῶτοι καὶ κρά τιστοι ὁ ἀρχιδιάκονος καὶ ὁ πρωτοαποστολάριος ἦσαν, συντίθησι τόμον καὶ ἀπὸ διαφόρων ἱστοριῶν τε καὶ χρήσεων ἀκαταιτίατα τὰ κατὰ τοὺς Ἰταλοὺς παριστᾷ καί, πέμψας πρὸς τὸν πατριάρχην τὸν Ἀκαπνίου Ἀρσένιον, ἄνδρα γεραρὸν μὲν καὶ τίμιον, τὰ δέ γε κατ' ἐκεῖνα τῶν πραγμάτων ἐπ' ἀμφοτέραις χωλεύοντα ταῖς ἰγνύαις, «∆έξασθε,