1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

47

Νικαίᾳ, Προύσῃ τε καὶ τρίτῃ Φιλαδελφείᾳ, τῆς πατρίδος ἐκπεσοῦσιν ἐξ ὧν αἰτιῶν ἴδμεν 27 μαθόντες, οὔ μοι δοκεῖ, κἂν λέγειν θέλωμεν, ἀνυστὰ τῷ τε πολλὰ καὶ μεγάλα ξυμβῆναι, μεταξὺ κρατούντων ἐκείνων, καὶ πολλῆς εἰπεῖν μάλιστα δεόμενα ἀσχολίας, καὶ τῷ μηδ' ἡμᾶς ἐς τἀκριβὲς εἰδέναι τί καὶ ἐφ' οἵαις ταῖς αἰτίαις ξυνέπεσεν ἕκαστον, ἄλλως τε ὅτι καὶ ἄλλοις εἰπεῖν ἐπῆλθε περὶ ἐκείνων, οὐ πεπλανημένως, οἶμαι, καὶ ὥστε μὴ σφᾶς ἑαυτοῖς ἀσφαλῶς πιστεύειν ἐπεξιόντας καθ' ἕκαστον, ἀλλ' ἀκριβῶς καὶ ὡς εἰδότας ἐξ ὧν ἐπὶ τῶν πραγμάτων ἦσαν καὶ περιῆσαν ἔτι εἰς τέλος πραχθέντων· καὶ τὸ τοῦ χρόνου μηχάνημα ἄπρακτον ἦν, ἅμα πραττομένων καὶ ἅμα γραφῇ διδομένων, ἀντιμαχομένου καὶ ἀντισκοποῦντος οἷον τοῦ Ἑρμοῦ τῇ Λητοῖ, ἢ καὶ μᾶλλον τὴν ἐκείνης πρόοδον ἀνακόπτοντος. Ταῦτ' ἄρα καὶ τὰ κατ' ἐκεῖνο συμβάντα τοῦ χρόνου ἐατέον ἡμῖν, ὡς οὐκ ἀνυστὰ καὶ ἄλλως τοῦ προκειμένου σκοποῦ ἐξαγώνια. Ἓν δὲ καὶ μόνον τέως λεκτέον ἐστί, καὶ ἴσως οὐ περιττόν, ὅτι καὶ μόνον ἐκεῖνό τινες αἰτιῶνται καὶ τῆς τότε τῶν πραγμάτων ἀσφαλείας καὶ καταστάσεως καὶ τῆς νῦν ἀνατροπῆς καὶ συγχύ σεως, πλὴν οὐ κατὰ ταὐτὸν οὕτως ἔχον, ἀλλὰ παρὸν μὲν καὶ ὡς ἐχρῆν τελούμενον ἀσφαλείας, ἀπὸν δὲ καὶ ὡς οὐκ ἐχρῆν παρορώμενον τῆς παρούσης συγχύσεως.

γʹ. Ὅπως οἱ παλαιοὶ κατωχύρουν τὰς ἄκρας. Ἐκεῖνοι τοίνυν δυοῖν μέσον ἐχθροῖν ἐναπειλημμένοι, ἐξ ἕω μὲν Περσῶν, ἐκ δύσεως δ' Ἰταλῶν, οὐ μόνον τὸ πρὸς τῇ θαλάσσῃ, ἀλλὰ καὶ τὸ ἀνώτατον κατασχόντων, καὶ εἰς στενὸν κομιδῇ ἀμφοτέρωθεν καταστάντες, ὡς μηδ' ἐλευθέρως ἀναπνεῖν ἐᾶσθαι, τῇ μὲν Ἰταλικὸν ἔχοντες συμμαχικὸν ἐπῄεσαν Πέρσαις, τῇ δὲ Σκυθικὸν προσλαβόμενοι, ἄρτι τότε φανέν τε καὶ προσληφθέν, ἀνώθουν τοὺς Ἰταλούς. Σκοπὸς δ' ἦν ἐκείνοις ἄκραις ἀσφαλέσι 29 τὸ μέσον κατοχυροῦν. Καὶ τὸ μὲν πρὸς θάλασσαν οὐκ εἶχον ὀχυρώματι ἄλλῳ ἢ θαλάσσῃ κατασφαλίζεσθαιοὐδὲ γὰρ ἦν, θαλασσοκρατούντων τῶν Ἰταλῶν καὶ προσκατεχόντων τὰ πρόσω, ἀσφαλῶς τὸ λοιπὸν διάξειν, τὸ δὲ πρὸς ἕω ὀχυροῦν εἶχον ἐρυμνοῖς ὄρεσιν, εἰ προλάβοιεν. Καὶ διὰ ταῦτα, ἐπεὶ οὐκ εἶχον ἅμα πρὸς ἑκάτερα μάχεσθαι καὶ ὅτι τὰ μὲν πρὸς ἕω ὄρη μέχρι πολλοῦ ἀνέχοντα καὶ τὸ ἀσφαλὲς κατεγγυῶντα τοῖς κατοικήσουσι, τοῖς Πέρσαις οὐκέτι διηνεκῶς προσκαταληφθέντα, προσδόκιμα σφίσι κατασχεῖν ἦσαν καὶ διὰ τῆς ἐκείνων ἀσφαλείας τὰ οἰκεῖα εὖ θέσθαι, τῷ δὲ τῆς θαλάττης μέρει οὐχ οἷοί τ' ἦσαν χρήσασθαι ὀχυρώματι πρότερον ἢ τοὺς Ἰταλοὺς ἐκβαλεῖν ἐκεῖθεν, ἐσπένδοντο μὲν πλέον τοῖς Πέρσαις καὶ ἀνακωχὴν ἐδίδουν τῷ πρὸς ἐκείνους πολέμῳ, ἐτήσιον τέλος τάξαντες διδόναι, ὃ δὴ καὶ ἐδίδουν οὐκ ἐς μακρόν, τοῖς δ' Ἰταλοῖς ὅλαις ἐπεῖχον ὁρμαῖς. Συχνοῖς δὲ πόνοις καὶ ἀκαταγωνίστοις πολέμοις ἐνιδροῦντες, ἐκείνους μὲν ἐξῶσαν καί, ναυσὶν οἰκείαις παραπλέειν παρεσχηκότες τὴν θάλασσαν, ἱκανὴν τοῖς ἐκεῖσε τῶν Ῥωμαίων οἰκοῦσιν ἐδίδουν ἀσφάλειαν· εἶτα νῶτα στρέψαντες, ἑκόντων ἀκόντων Περσῶν, ὄρεσιν ἐπεβάλοντο, συχνοῖς δὲ τοῖς πανταχόθεν ἐποίκοις καὶ ἰσχυροῖς κατασφαλισάμενοι, ἐρυμνὰ τείχη καὶ οἷον δυσεπιχειρήτους θριγκοὺς τῇ Ῥωμαΐδι ταῦτα κατέστησαν.

δʹ. Ὅπως τῶν ἐν ταῖς ἄκραις ἐπεμελοῦντο ἀνδρῶν καὶ πραγμάτων. Οὐ μὴν δὲ καὶ ἀτημελήτους τοὺς πρὸς τοῖς ὄρεσιν οἰκοῦντας εἴων, ὡς ἑτοίμους μεταναστεύσοντας, εἴ που ἀμηγέπη οἱ ἐναντίοι προσβάλοιεν, μηδὲν ἔχοντας τὸ πεῖθον μένειν καὶ παρὰ δύναμιν, εἴ ποι παρείκοι, πρὸς ἐκείνους ἀνδρίζεσθαι· ἀλλ' ἀτελείαις μὲν τοὺς πάντας, προνοίαις δ' ἐκ τούτων τοὺς ἐπιδοξοτέρους καὶ οἷς τολμῆεν τὸ φρόνημα γράμμασιν ἐδωροῦντο βασιλι κοῖς. Καὶ δή, τοῦ χρόνου προϊόντος, ηὔξανον ταῖς περιουσίαις, καὶ πλοῦτος 31 ἐπέρρει σφίσι συχνός. Παρ' ὅσον δ' ἐκείνοις ἐνευθηνεῖσθαι ξυνέβαινε τοῖς κατὰ τὸν βίον, παρὰ τοσοῦτον καὶ πρὸς τοὺς ἐναντίους ἐθάρρουν, καὶ πολλοῖς τοῖς ἐκεῖθεν ἐτρύφων, νυκτιλοχοῦντες καὶ ὁσημέραι τὴν τῶν ἐναντίων περικόπτοντες καὶ τὰ πολλὰ ληϊζόμενοι· ἐξ ὧν