1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

130

αὐτοῦ πατριαρχίας Ἀρσένιος, εὖ εἰδὼς ὡς δι' ἐκεῖνον τὸ πρῶτον ἐξορισθέντα ὑπέδυ τὰ μοναχῶν ἐξεπίτηδες, ἤθελεν ἀνορθοῦν, ἀποθέμενον εὐθέως τὰ ῥάκη, ἀλλ' οὐκ ἐξεγένετό οἱ εἰς τοῦτο καὶ τοὺς ἱεράρχας συμπείθειν. Ἐπειδὴ γὰρ ἐκεῖνος, τότε τῷ πατριάρχῃ κατ' ἰδίαν κοινο λογησάμενος, εὗρεν, εἰ μόνον θελήσοι καὶ ἡ σύνοδος, κατανεύοντα, ἐξελθὼν ἐκεῖθεν, ἔγνω πείρᾳ διδόναι τὸ πρᾶγμα. Καὶ δὴ κατὰ μίαν τῶν συνοδικῶν ἡμερῶν, συνεγνωκότος καὶ τοῦ πατριάρχου, μανδύαν τε ἀρχιερατικὸν περι βάλλεται καὶ ἐπὶ κεφαλῆς τὴν ἱερὰν ἐπιτίθεται κίδαριν καί, καθεσθεὶς ἔξω, καιρὸν ἐζήτει συνελθεῖν τῇ συνόδῳ, τῷ πατριάρχῃ συνεδρευούσῃ. Ὡς δ' 357 ἠγγέλλετο τῇ συνόδῳ τὰ περὶ τούτου περιμένοντος καὶ ἀρχιερατικῶς ἐστολί σθαι ἐμάνθανον, δεινὰ ἐποίουν καὶ οὐκ ἤθελον δέχεσθαι. Ὡς δέ τις ἐκείνων καὶ τὴν ἐπιστολὴν ἐνεφάνιζε τὴν ἐκείνου, ἐν ᾗ ἐπέγραφεν ἑαυτὸν οἰκείαις χερσὶν Ἀθανάσιον, αὐτίκα τῷ μὲν πατριάρχῃ τὴν τοῦ βοηθεῖν ὁρμὴν ἠμβλύ σθαι καὶ τὸ ὑπὲρ ἐκείνου θερμὸν ἐψῦχθαι συνέβαινε, τῷ δ' ἀνακοπέντι καθυφεῖναι τῆς πείρας καὶ ἀπραγμόνως ἐντεῦθεν διάγειν. Ἀλλὰ ταῦτα μὲν πρότερον· τότε δὲ πολλοὶ τῶν τε μοναχῶν καὶ τῆς λαώδους μοίρας ἀποσχισθέντες καθ' αὑτοὺς συνελέγοντο, «μὴ ἅψῃ, μηδὲ θίγῃς τὸ παράπαν, λέγοντες, ὃς ἂν συναινοίη τῇ καθαιρέσει τοῦ πατριάρχου ἢ μὴν κοινωνοίη τοῖς συναινοῦσιν». Ἀλλ' ὁ βασιλεύς, ἐπεὶ οὐκ ἦν τὴν ἐκκλησίαν ἀποίμαντον διαμένειν, τοῖς μὲν ἀρχιερεῦσιν ἐφῆκε ψηφίζεσθαι τὸν σφίσι δοκοῦντα, αὐτὸς δέ, βαθύ τι συνορῶν καὶ ἀναστέλλειν θέλων τὰ σχίσματα, σύναξίν τε κοινὴν παραγγέλλει καί, πάντων ἐν ταὐτῷ συλλε γέντων, ἐκ τοῦ παραθύρου τῆς αὐτοῦ κέλλης, ὃ δὴ καὶ σιδηροῖς, τοῦτο μὲν ὀρθίοις, τοῦτο δ' ἐγκαρσίοις, περιεδρυφακτοῦτο τοῖς κάμαξι, λόγων ἥπτετο πρὸς αὐτοὺς τοιῶνδε.

ιαʹ. ∆ημηγορία τοῦ βασιλέως περὶ τῶν σχιζομένων. «Ἐγὼ νομίζω, ὦ τῆς ἐμῆς βασιλείας ὑπήκοοι, μηδένα τῶν ἁπάντων ὑμῶν ἐπὶ τοσοῦτον ἥκειν φρενοβλαβείας ὥστε μὴ ἑαυτῷ δύνασθαι χρᾶσθαι συμβούλῳ, ἀλλὰ τῷ πέλας. Εἰ γὰρ καὶ ἡ παρὰ τῶν ἄλλων βουλὴ συλλαμβά νειν τὰ πλεῖστα πέφυκε τοῖς βουλευομένοιςταύτῃ γὰρ καὶ συμβουλὴ λέγεται, εἰς ταὐτὸ συναγομένων ἀμφοῖν τῶν βουλῶν, ἀλλ' ἀναγκαῖον τοῦτο ἐφ' ὅσοις ἐπ' ἀμφιβόλῳ κεῖται τὸ βουλευόμενον, ὡς ἀμφοτέρωθεν λογισμοὺς ἰσορρόπους κινεῖσθαι, κἂν ὁποίας τις ἅψηται· ἐφ' ὅσοις δὲ ἑτερορρεπῆ τὰ τῆς δόξης, ὡς ἐντεῦθεν μὲν μετὰ τοῦ καλοῦ καὶ τὸ πάγιον ἀνα φαίνεσθαι, ἐκεῖθεν δὲ δῆλον εἶναι τὸ βλάπτον, εἰκαῖον ὄντως καὶ ἀλυσιτελές, λογισμῶν συντρόφων ὑπερορῶντα, ἀλλοτρίοις χρᾶσθαι, οἷς ἔνι μὲν ἀβουλία, ἔνι δ' ὄρεξις· πρὸς τούτοις καὶ τὸ ξένον ἀεί ποτ' ἀνάλγητον, ὡς παντὸς τοῦ οἰκείου πεφυκότος πιέζειν. ∆εῖ τοίνυν γε καὶ ὑμᾶς τοῖς ἀφ' ἑαυτῶν λογισμοῖς προηγουμένως χρᾶσθαι καὶ οὕτω δοκιμάζειν τοὺς ἔξωθεν. Ὃς δέ, τῶν οἰκείων ὑπερφρονῶν, ἑαυτὸν τοῖς ἔξωθεν λογιζομένοις παρέχει, ὡς, 359 εἴ τι ἂν φέροιεν ἐκεῖνοι, προσέξων, ὁ τοιοῦτος ὁμολογῶν ἴστω ὡς ἄφρων ἐστὶ τὸ καθ' αὑτόν· ἄφρονος δὲ πάντως τὸ μήτ' ἀφ' ἑαυτοῦ συνιέναι καὶ τό, κἄν τις καὶ τῶν ἔξωθεν λέγοι, μὴ διακρίνειν εἰδέναι τὸ κρεῖττόν τε καὶ τὸ χεῖρον· καὶ λοιπὸν οὐδὲ τῆς θυραίας ἐκείνῳ συμβουλῆς ὄφελος. Τὰ γοῦν ξυμπεσόντα οἴδατε πάντως, καὶ οὐδὲν ἐξ ὑμῶν τῶν γενομένων κέκρυπται· ἐπὶ τούτῳ γὰρ καὶ ᾠκονομεῖτο ἡ ἐφ' ἑκάστῳ ὑμῶν ἐνταυθοῖ συνδρομή, οὕτω τοῦ ἡμετέρου κελεύσαντος κράτους. Τοῦτο γὰρ καὶ ἄλλοτε ξυνέβη· πλὴν τὸ ἐπὶ ταῖς αἰτίαις διαλλάττον ἀμφισβητεῖν παρέξει τισί. Τότε μὲν οὖν ἐθελίμου παραιτουμένου τοῦ ἐπὶ τῆς πατριαρχίας ὄντος, ἄλλος ἀντικαθίστατο· νῦν δὲ καὶ ἐπὶ κεφαλαίοις καθαιρεθέντος, ὡς οἴδατε, ἄλλον ἐγκαταστῆναι τὸ εἰκὸς δίδωσιν. Ὃ γοῦν ἐκ τοῦ παρελθόντος ἐσφάλη, τοῦτο πρὸς τὸ μέλλον βέλτιστον προοικονομεῖν. Τότε τοίνυν τινὲς τῶν τῆς ὀχλώδους μοίρας καὶ ἀπαιδεύτων, οἷς ἡ ταραχὴ τῆς ἐκκλησίας ἀσμένισις, παρεισδυόμενοι ταῖς τῶν ἀνθρώπων οἰκίαις, πορισμὸν εἶχον ἐντεῦθεν τὸ σχίσμα. Κἂν μετῇμεν ἐκείνους, εἰ μή γε τὸ βραχὺ τοῦ καιροῦ ἐκείνοις τε τῆς ἀταξίας καὶ ἡμῖν τῆς ἐπεξελεύσεως ἐμποδὼν