1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

96

τοῖς μὲν παροῦσι φιλικῶς ἔχειν, τοῖς δὲ καὶ ἀποῦσι πόρρωθεν δώροις ὑποχαλᾶν τὰς ὁρμάς, δεικνύντος ἦν ὡς δεδίει τὴν ὁμαιχμίαν, καὶ μᾶλλον ὅτι Βαλδουῖνος, φυγαῖς χρησάμενος καὶ Καρούλῳ συμμίξας, ἀνδρὶ σοβαρῷ καὶ ὑπὲρ τὸ μέτρον φρονοῦντι, συνήλλαττε λαμβάνων ἐφ' υἱῷ τὴν ἐκείνου παῖδα καί οἱ ὡς ἕδνα τὴν πόλιν, ἣν οὐκ εἶχε, διδούς· ὁ δ' ἐλάμβανε καὶ μὴ ἔχοντος παρ' ἐκείνου, ἐλπίζων ὡς καταλήψαιτο, στόλον ἐξαρτύσας.

λγʹ. Ὅπως ἐτάχθησαν τὰ κατὰ τὴν πόλιν παρὰ βασιλέως. Πρῶτον γοῦν τῶν ἐκείνου ἔργων ἐντὸς τοῦ πολίσματος τοὺς ἐποίκους εἰσάγειν τε καὶ οἰκίζειν, πρὸς τῇ θαλάσσῃ κατῳκισμένους τὸ πρότερον. ∆εύτερον κληροδοτεῖν τοῖς ἐν τέλει, ἐκτός τε καὶ ἐντὸς πόλεως, τόπους εἰς γεωργίαν, ἐξῃρημένης τῆς εἰς χάριν γονικευθείσης τοῖς θεληματαρίοις τῆς ἐκείνων σπουδῆς καὶ εὐνοίας ἕνεκα, γῆς ἀγαθῆς εἰς καρπογονίαν καὶ ἀρε τώσης εἰς πᾶν τὸ καταβαλλόμενον, ἔτι τ' ἀφοσιοῦν ταῖς μοναῖς ἑτέρας μάλα πιείρας· ἦν γὰρ αὐτῷ τὸ σπούδασμα καὶ ταύταις προσαρμόττειν τὰς ἔξω, αἳ δὴ ὑπὸ πολλῷ πλούτῳ κατ' ἀνατολὴν παμπληθές, αὐτάρκως ἔχουσαι τῶν ἐπιτηδείων, συνίσταντο· οὕτω γὰρ ἐκεῖθεν καὶ ταύτας συνιστᾶν ἐγνώκει. 223 Τρίτον τοῖς συνειλεγμένοις ἐκδιδόναι τόπον, ἐφ' ᾧ κτίζοιεν ἐπὶ τέλει. Τὸ δὲ πρὸ τούτων καὶ μεῖζον ἀρήγειν ἐπανηκούσαις πρὸς τὸ πρῶτον τὸ δοκεῖν μοναῖς εἶναι, ἀνακτίζειν τε καὶ τὸ πόλισμα, πάνυ σπουδαίως τοὺς ἀπὸ στρα τιωτῶν ἐλαφροὺς εἰσάγοντα· μηδὲ γὰρ ἠρεμήσειν, οὕτως ἐξελαθέντας, τοὺς πρὶν κατέχοντας, ἀλλὰ στόλῳ συνεπιθήσεσθαι. Τῷ τοι καὶ στόλον ἐξήρτυε καὶ ἐναυπηγεῖτο καὶ τοὺς προσελῶντας ἐκ τῶν χωρῶν εἰς χιλιάδας ἔταττε πλείους. Ἄλλα τε πολλὰ κατέπραττε, τὰ μὲν κατὰ χρείαν, τὰ δὲ καὶ κατ' ἔκπληξιν, προαναστέλλων τὰς ἐπιθέσεις.

λδʹ. Ὁποῖαι ἦσαν αἱ περὶ τοῦ πατριάρχου Ἀρσενίου τῶν ἀρχιερέων βουλαί. Ἦν δὲ ἄρα μέλον ἐκείνῳ καὶ τῆς ἐκκλησίας, οὕτω κεχηρωμένης ποιμένος. Συνῆγε τοίνυν τοὺς ἱεράρχας καὶ βουλαῖς σὺν αὐτοῖς ἐχρῆτο, τὸ ποιητέον θέλων μανθάνειν. Τοῖς μὲν οὖν ἐδόκει ἀνακαλεῖσθαι ἔτι περιόντα τὸν πατριάρχην Ἀρσένιον· μηδὲ γὰρ κανονικῶς προβῆναι τὰ κατ' ἐκεῖνον· ἔδει γὰρ ἐπιμένειν παρακαλοῦντας καὶ μὴ ἐᾶν παρευθὺς ἀνέγκλητον ὄντα. Τοῖς δὲ τοὔμπαλιν αὐτὸν μὲν μένειν ἐφ' οἷς κατέγνωστο· ἱκανὴν γὰρ εἶναι καὶ εἰς παραίτησιν τὴν ἐκχώρησιν, καὶ τὸ ἀξιούμενον μὴ καταδέχεσθαι, ἀλλ' ἀπο πέμπειν τοὺς ἱκετεύοντας, δηλοῦντος ἦν ὡς ἀπολέγοι τὴν προστασίαν. Τούτων οὕτω κινουμένων καὶ λεγομένων, ὁ βασιλεὺς καὶ ἀμφοτέροις τιθεμένῳ ἐῴκει προμηθείας τῆς κατ' αὐτὸν ἕνεκα. Τό τε γὰρ ἐκεῖνον μετακαλεῖσθαι καὶ ἐφιστᾶν τοῖς ἐκκλησιαστικοῖς πράγμασιν εὖ ἔχειν ἐδόκει, εἰ ὑπ' ἐκείνῳ πατριαρχοῦντι τὰ κατὰ γνώμην προβαίη, ὥστε καὶ ὅ τι αἱροῖτο πράττειν καὶ μηδὲν μηδέσιν ὑπολελεῖφθαι εἰς σκανδάλου πρόφασιν· ἐδεδίει δ' αὖθις μήπως ἐκκρουσθεὶς ἁμάρτῃ τῶν κατὰ γνώμην καί οἱ ἐντεῦθεν βυθὸς πραγμά των ἀναρραγείη. Τὸ δ' ὑπερφρονεῖν καὶ ἀντικαθιστᾶν ἕτερον, προβαίνειν μὲν ἀκωλύτως ταῖς πράξεσιν οὐκ ἀμήχανον ἐλογίζετο, ταραχὴν δ' ἄλλως εἶναι, δι' ἣν οὐδὲ τὰ γινόμενα προσήσεσθαί τινας, δεινὰ καὶ ἄλλως ὄντα, τῶν εἰκότων ἔκρινε. Μέσος οὖν ἐναπειλημμένος ἀμφοτέρων τῶν λογισμῶν, ἐν 225 ἀπορίᾳ καθειστήκει τοῦ τίσι τίθεσθαι. Ὅμως ἐκχωρῶν τῷ καιρῷ προϊόντι, ὡς κρεῖττόν τι ἐπάξοντι, ἀφεὶς κατὰ σφᾶς τοὺς ἱεράρχας περὶ τούτου βου λεύεσθαι, ὥστε καὶ ὁμολογεῖν ἀλλήλοις μὴ διαφωνοῦντας, αὐτὸς ἐπὶ τὰς τῶν κοινῶν ἐτρέπετο διοικήσεις, οὐ μὴν δὲ ὥστε καὶ ἀφροντίστως ἐκείνων ἔχειν.

λεʹ. Ὅπως ὁ βασιλεὺς ἐκποδὼν τὸν νέον Ἰωάννην ἐποίει καὶ ὅπως κατοικίζοντο Ἰταλοί. Τὸ γὰρ κατὰ νοῦν βυσσοδομευόμενον οὐχ ἡσυχάζειν ἐποίει τοὺς λογισμούς. Οὐκ ἀφανὴς γὰρ ἦν ἐξ ὧν τοῖς ὑπονοουμένοις τῷ Ἰωάννῃ προσκεῖσθαι ἔγκλημα δυσνοίας πρὸς ἑαυτὸν ἐπῆγε καὶ ὑπεβλέπετο, ἔστι δ' οὗ καί, αἰτίας πλαττόμενος, ἀπηνῶς ἐκόλαζε, μηδὲ μέχρις ὀνόματος κοινωνὸν ἐπὶ τῇ