1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

201

μὲν ἡσσημένοι λημμάτων, δέει δὲ τοῦ μή τι παρὰ βασιλέως παθεῖν, ὡς παρὰ τὸ εἰκὸς ἐλλελειμμένους, τὰ πταίσματα συγκαλύπτοντες, τῷ κατὰ σφᾶς ἀδεεῖ ψευδῆ γράφοντες, ἠρήμουν τὴν χώραν καὶ τέλος ἔρημον τὴν οἰκουμένην ἀπέφηναν. Ταῦτα λέγων, τρυφὰς βασιλικὰς ἀφεικὼς καὶ θεραπείαν ἅπασαν, ὡς σιτεῖ σθαι καὶ τοῖς τυχοῦσι, τῶν πρόσθεν ὡς εἶχεν ἐπέβαινε. Πέρσας δέ, ὅσον ἐκεῖνος προσεχώρει, ὑπὸ πόδα χωρεῖν ἐποίει, ὅπου μὲν ἡσπέρουν ἐκεῖνοι, ἐκεῖ τοῦ βασιλέως διημερεύοντος, ὡς καὶ ἔτι θερμὰς τὰς ἑστίας ἐκείνων καταλαμβάνεσθαι, ὅπου δὲ βασιλεὺς ἐφειστήκει, ἐκεῖθεν πρὸ μιᾶς φθανόντων ἐκείνων ἢ καὶ δευτέρας μετασκηνοῦν. Πλῆθος δ' ἦν ὀπωρῶν ἐκκεχυμένων κάτω τῶν δένδρων, ὡς ἐκεῖθεν τὸ πλέον τοῦ στρατιωτικοῦ σιτίζεσθαι· τὸ γὰρ εἰσαχθῆναί τισι τῶν ἐδωδίμων ἐκεῖ καὶ λίαν διὰ τὸ δέος ἀπώμοτον ἦν. Ὅθεν καὶ πολλάκις πέμπων ὁ βασιλεὺς τὰ τῆς τραπέζης τρύφη, τὸν σκληρὸν πιτυρίαν καὶ μέλανα, γυναικί τε ἅμα καὶ πενθερᾷ καί γε πατριάρχῃ καὶ τοῖς γνωρίμοις, παρίστα τὸ δυσπαθές, γράφων μηδ' αὐτοῦ πηγιμαίου ὕδατος εὐπορεῖν, τὸ δέ γε τοῦ ποταμοῦ, τρυγοίπῳ διηθούμενον καὶ ἐξαιθριαζόμενον, μόλις προσιτὸν εἶναί οἱ ποτόν. Μὴ γοῦν ἱκανῶς ἔχων τότε διώκειν ἐν δυσχωρίαις τὸ Περσικόν, ἄλλως τε καὶ ἐνδείας ἐπικειμένης τῶν ἀναγκαίων, τῷ γε τέως ἔγνω τὸν τόπον κατο χυροῦν. Καὶ δὴ φρουρίοις μὲν συχνοῖς τὰ παρ' ἑκάτερα τοῦ ποταμοῦ διε λάμβανε, τὰ μὲν πεπονηκότα τῷ χρόνῳ ἐπισκευάζων καὶ συνιστῶν, ἄλλα δὲ καὶ αὐτὸς ἀνιστῶν, ὅπου, τοῦ ποταμοῦ λειψυδροῦντος, πόρον ἔδει γίγνεσθαι, ὡς ἂν ἅμα μὲν τῇ τῶν φρουρίων πυκνότητι, ἅμα δὲ καὶ ταῖς τῶν ἀναγκαίων τόπων προκατοχαῖς, ἐν ἀμηχάνοις τὰ τῶν Περσῶν γίνωνται. Συστεῖλαι δὲ θέλων καὶ τὰς ἐφόδους τῶν ἐπιόντων, ὡς μὴ ἀνέδην ὁπόθεν βούλοιντο διεκπαίειν καὶ ἐπεισπίπτειν ἀδήλως, ἀξινηφόρους ἐς πολὺ πλῆθος συναθροι σθῆναι κελεύει καί, μῆκος μὲν παραμετρήσας τοῦ ποταμοῦ ὅσον ἦν ἀναγκαῖον κατοχυροῦσθαι, πλάτος δὲ τὸ ἱκανὸν λογισάμενος, σπουδῇ τὰ δένδρα 637 κόπτοντας, ἐπιτάττει ἐπικαταβάλλειν ἓν ἐφ' ἑνὶ καὶ οὕτω καταπυκνῶσαι τοῖς κλωσὶ τῶν δένδρων τὸν τόπον, ὡς μηδ' ὄφιν οἷόν τ' εἶναι σχεδὸν διέρχεσθαι. Ταῦτα πρὸς τὸ παρὸν ἐπιτάξας τε καὶ κατασκευάσας, τῷ ἐπιμεῖναι ταλαιπωρούμενος, τέλος σιταρκήσας τοῖς ἐν τοῖς φρουρίοις τὸ ἱκανόν, παρὰ τὸν ποταμὸν μέχρι καὶ τῶν τῆς Προύσης μερῶν ἀνάγεται, τὰ τῆς αὐτῶν ἐπισκέψεως, ὥστε καὶ τὸν ἐχθρὸν τελέως ἐκδιωχθῆναι, εἰς καιρὸν εὔθετον ἀναθέμενος.

λʹ. Τὰ κατὰ τοὺς πρὸς τὸν πάπαν Μαρτῖνον ἀποκρισιαρίους. Ξυνέβη δὲ τότ' ἀνὰ τὴν Προῦσαν διάγοντι καὶ τὰ κατὰ τὸν πάπαν μαθεῖν, ὃς δὴ καὶ Μαρτῖνος μετὰ Νικόλαον ἦν. Πρὸς γὰρ αὐτὸν ἔφθασε πέμψαι τόν τε Ἡρακλείας Λέοντα καὶ τὸν Νικαίας Θεοφάνην, οἳ δὴ καὶ ἐπιστάντες οὐ κατ' ἐλπίδας, ἃς εἶχον ἀποστελλόμενοι, παρ' ἐκείνων ἐδέχοντο, ἀλλὰ τοὐ ναντίον ἅπαν. Τὰ γὰρ καθ' ἡμᾶς ὡς εἶχον μαθόντες καὶ ὅπερ ἦν ὑποτο πάσαντες, χλεύην τὸ γεγονὸς καὶ οὐκ ἀλήθειαν ἄντικρυςπαρὰ μόνον γὰρ βασιλέα καὶ πατριάρχην καί τινας τῶν περὶ αὐτούς, πάντες ἐδυσμέναινον τῇ εἰρήνῃ, καὶ μᾶλλον ὅτι καὶ ποιναῖς ἀλλοκότοις ἤθελεν ἀσφαλίζεσθαι ταύτην ὁ βασιλεύς, ἐκείνους μὲν ἐν ἀτίμοις εἶχον καὶ τὴν εἰς τὸν πάπαν πρόσοδον ὀψὲ καὶ μόλις παρεῖχον· τέλος δὲ βασιλέα μὲν καὶ τοὺς ἀμφ' αὐτὸν ὡς χλευαστὰς ἐπιτιμίοις καὶ μὴ ἀληθείαις στοιχοῦντας ἀφορισμοῖς καθυπέβαλον, τοὺς δὲ πρέσβεις, μηδενὸς ἀξιώσαντες τῶν εἰκότων, ἀπέπεμπον. Ταῦτα γνοὺς βασιλεὺς παρὰ τοῦ Νικαίας ἐπανιόντοςὁ γὰρ Ἡρακλείας ἐτεθνήκειἐν δεινῷ ἐποιεῖτο, ὥστε καί, τοῦ διακόνου μέλλοντος μνημονεύειν τοῦ πάπα κατὰ τὸ σύνηθες, βασιλέως παρόντος, ὁ κρατῶν διεκώλυε, καλὰ λέγων τῆς ἀγάπης ἐκείνων ἀπόνασθαι, ὥστ' αὐτὸν μὲν ἐκπολεμῶσαι δι' ἐκεί νους ἑαυτῷ τοὺς οἰκείους, ἐκείνους δὲ μὴ ὅπως χάριν ἔχειν, ἀλλὰ καὶ προσαφορίζειν. Τότε δὲ καὶ διαλύειν ἤθελε τὰς σπονδάς, κἂν διελύοντο, εἰ μή τι προσίστατο τῇ βουλῇ· αὐτὸν μὲν γὰρ πολλὰ παθεῖν διὰ ταῦτα καὶ μόλις ἀνύσαι, κἂν