1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

36

πρὸς τὸ παρὸν ἀναβαλέσθαι, ὡς ἐγκαίρως ταινιωθησομένῳ· εἵπετο δὲ πάντως ἐντεῦθεν, εἰ μὴ βασιλικῶς στέφοιτο, κἀν ταῖς εὐφημίαις καὶ πᾶσιν ἑτέροις τοῦ ἤδη ταινιωθέντος καθυστερεῖν· πλὴν σοφιστέον ἔλεγον τὴν ἐγχείρησιν καὶ ἅμα τελουμένων κινητέον τὰ περὶ τούτου, ὅπως μὴ καὶ προαισθόμενος ὁ τὸ στέφος δώσων τὰς ταινιώσεις ὑπέρθοιτο.

ηʹ. Ὅπως ἐστέφθη ὁ Παλαιολόγος καὶ τὸ παιδίον παρεωράθη. Ἦν ταῦτα, καὶ ἡ κυρία τῶν ἡμερῶν παρῆν, καὶ πάντ' εὐτρεπῆ ἦσαν, καὶ οἱ ἀρχιερεῖς, τὰς στολὰς ἐνδύντες τὰς ἱεράς, πρὸς τὸ τὰ τῆς τελετῆς ἐνεργεῖν ἑτοίμως εἶχον καὶ τοὺς βασιλεύοντας περιέμενον. Ἀλλ' εὐθέως κοινοῦται τὸ σκέμμα, καὶ ταραχὴ ἦν, τῶν μὲν ταῦτα, τῶν δ' ἐκεῖνα λεγόντων. Τῶν δέ γε τῆς γερουσίας τινὲς καὶ προσηπείλουν κακῶς δρᾶν τὸ παιδίον καὶ διαχρᾶσθαι, εἰ ἄλλως πράττειν ἡ ἐκκλησία βούλοιτο. Λόγοι γοῦν ἐγένοντο, καὶ διεφι λονείκουν· ὁ δὲ πατριάρχης ἐν ἀμηχανίᾳ ἦν καὶ οὐκ εἶχεν οἷς προστεθείη. Παρήρχετο ἡ ἡμέρα, καὶ συμφωνεῖν οὐκ εἶχον. Μόλις οὖν καὶ μετὰ τὴν πολλὴν διαφιλονεικίαν οἱ ἀρχιερεῖς πάντες πλήν τινων ὑποκλίνουσιν· ἦσαν δ' οὗτοι Ἀνδρόνικος ὁ τῶν Σάρδεων καὶ Μανουὴλ ὁ Θεσσαλονίκης, ὁ τοὐ πίκλην Ψαρᾶς καὶ ∆ισύπατος. Ἀλλ' ὁ τῶν Σάρδεων, ἅμα τῷ τὸν πατριάρχην πεισθῆναι, καὶ αὐτὸς συνεπείθετο, τὰ πολλὰ συμβαλλομένου τῇ καταθέσει τοῦ τῆς κατὰ τὴν Ὀρεστιάδα Ἀδριανουπόλεως Γερμανοῦ, ἔτι δὲ Γρηγορίου Ἀγκύρας καὶ τοῦ Μελαγγείων Κωνσταντίνου· ὁ δέ γ' Ἐφέσου Νικηφό 145 ρος, εὐλαβὴς ὢν ἀνὴρ καὶ τίμιος, οὐχ ὑπενόει τὸ ὑπορυττόμενον, ὡς ἐν ἁπλότητι ζῶν, καὶ εὐθὺς συνυπήγετο. Τοῦτ' ἔπασχον καὶ ἄλλοι πολλοί. Ὁ δὲ πατριάρχης ἔγνω μὲν ἀπατηθείς, οὐκ εἶχε δὲ ὅ τι πράττοι, πολλῆς τῆς ἀνάγκης περιστάσης. Καὶ δὴ καθυπέγραφον μὲν οὗτοι τὰ ἐγνωσμένα, τῷ δέ γε Θεσσαλονίκης οὐδ' ἀκουστὰ ταῦτ' ἦσαν, μηδ' ἄκροις ὠσὶ δέξασθαι καταδεχομένῳ· τὸν γὰρ τῆς βασιλείας κληρονόμον πρῶτον ἠξίου ἐν πᾶσι γίγνεσθαι. Ὡς δὲ τὸ μάρπου ὑπεμιμνῄσκετο καὶ πέμπων ὁ βασιλεύων κατωνείδιζεν, ὡς αὐτὸς εἴη ὁ προαγγέλλων τὴν βασιλείαν ἐν ἰδιώταις ἔτι τελοῦντι, ζῶντος τοῦ βασιλέως, ἐκεῖνος καὶ προσωμολόγει καὶ ἕτοιμον ἑαυτὸν παρεῖχεν δέχεσθαί τε καὶ στέργειν, εἴπερ ἐν ἅπασι προηγοῖτο ὁ κατὰ κληρονομίαν βασιλεύς. Ὡς δ' ἐκείνῳ παρίστων καὶ τὸ παιδίον, διερμηνεύοντες κατανεύειν τὸ ται νιωθῆναι μόνον ἐκεῖνον καὶ αὐτὸν ἀγαπᾶνκαὶ δὴ ταῦτα πρὸς τὸν ἀρχιερέα ψελλίζον ἔλεγεν, ὡς καταδέχοιτο, εἰ μόνον αὐτὸ ζῴη, μηδὲν παθὸν ἔκ τινος πολλοὶ γὰρ καὶ ἠπείλουν προεξανίστασθαι, εἰ ἀντέχοιτο, καὶ τὸ Κελτικὸν πελεκυφόρον περιεστὸς ἕτοιμον ἦν καὶ κατὰ φυλακὴν καὶ κατ' ἐπίθεσιν πράττειν, εἴ γ' ὁρισθείη παρὰ τῶν δυναμένων μάλιστα, ὁ ἀρχιερεύς, ὀλίγα τῶν παρὰ τοῦ παιδὸς λεγομένων φροντίζων, ἑνὸς ἦν τοῦ ὑπὲρ ἐκείνου ἀντέ χεσθαι. Ἀλλ' ἀντίσχειν εἰς τέλος οὐκ εἶχε· πολλοὶ γὰρ καὶ προσωνείδιζον καὶ προὐτρέποντο νεμεσῶντες, εἰ μόνος αὐτὸς ὁμόσε τοσούτοις χωροίη. Τότε τοιγαροῦν ὑπογράφει κἀκεῖνος πεισθείς. Πλὴν εἰς πιθανὴν δοκοῦσαν παραί τησιν τὸ ὁμοιοτρόπως προσέθετο· τοῦ ὁμοίου γὰρ ἐπὶ χειρίστοις λαμβανομέ νου παρὰ τῷ ποιητῇ, ἐξέφηνεν ἐκεῖνος ἐκ τούτου τὸ ἀναγκαστικὸν καὶ κακότροπον τῆς ὑπογραφῆς, ὡς οὐκ ἐν καλῇ πάντως πίστει καὶ χάριτι τὴν πρᾶξιν προσέμενος, ἀλλ' ἐξ ἀνάγκης καὶ βίᾳ τοῦ συνειδότος. Ὃ δὴ τὸ ὁμοῖον ὑπέφηνεν· ὁμοῖος γὰρ πόλεμος καὶ ὁμοῖον γῆρας τῷ ποιητῇ λελέχαται. Ἐπεὶ γοῦν τὰ τῆς βασιλείου τελετῆς ἤνυσται καὶ ἔδει χωρεῖν τοὺς στεφθέντας πρὸς τὰ ἀνάκτορα, προηγοῦντο μὲν οἱ τὸ στέφος δεξάμενοι, 147 μεθείπετο δὲ τὸ παιδίον, οὐκ ἐν στέφει βασιλικῷ, ἀλλ' ἐν μόνῳ κεκρυφάλῳ ἡμιτυμβίῳ, λίθοις καὶ μαργάροις κεκοσμημένῳ. Ἦν δ' ἐκείνῳ μέλον οὐδὲν μὴ νοοῦντι· ἕκαστος γὰρ τὸ καθ' ἑαυτὸν σκοπῶν οὐ προσεῖχεν. Ἔμελλε δ' αὐτοὺς πάντως ἡ ∆ίκη ἐς τὸ μετέπειτα μετελθεῖν, ὡς ἐγνώκαμεν.

θʹ. Ὅπως στεφθεὶς ὁ Μιχαὴλ ὑπεποιεῖτο τοὺς πολλοὺς καὶ λόγοις καὶ πράξεσιν. Τότε δὲ ἀτημελήτως τὸ παιδίον διάγον πρὸς παιγνίοις ἦν παιδικοῖς, καὶ ὁ