1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

25

γε εἶναι διωμολόγουν, κἀπὶ τούτῳ συνεφώνουν οἱ πλεῖστοι. Καὶ εἰς μέγαν δοῦκα ὁ τῶν βασιλικῶν πραγμάτων ἐπίτροπος μετατίθεται, τοῦ βασιλέως δῆθεν διδόντος· καὶ τὸ λοιπὸν ὁ Παλαιολόγος, μέγας δοὺξ καὶ τοῦ βασιλέως ἐπίτροπος φημιζόμενος, πρὸς ταῖς φροντίσι τῶν κοινῶν ἦν καὶ ἐξ ἐπιτάγματος ἀπαραιτήτου, συμπραττόντων καὶ τῶν ἐν τέλει, διῴκει ταῦτα. Καί πως καὶ ἀμηγέπη διὰ ταῦτα κατ' ἀναγκαίας χρείας τῶν βασιλικῶν ταμιείων προσήπτετο. Ἦν γὰρ χρημάτων πλῆθος ἐναποτεθησαυρισμένον ἐν Μαγνησίᾳ, οὐ ῥᾳδίως ἀριθμητόν, συλλεγὲν καὶ ἀποτεθὲν παρ' Ἰωάννου τοῦ ∆ούκα καὶ βασιλέως· τὸ γὰρ παρὰ τοῦ παιδὸς ἐκείνου Θεοδώρου τοῦ Λάσκαρι συνα γόμενον ἰδίως ἄλλο τι χρῆμα, εἰς βασιλείας αὔταρκες ὄγκον, ἐν τῷ κατὰ τὰ ἄνω Σκαμάνδρου φρουρίῳ, τῷ οὕτω πως Ἀστριτζίῳ ὑποκοριζομένῳ, ἀσφαλῶς ἐναπέκειτο. Πλὴν οὐκ ἐκλογαὶ ταῦτα καὶ εἴσπραξις ἄδικος, οὐδ' ἀνθρώπων βίοι καὶ πενήτων οὐχ ἧττον ἢ χρυσὸς αἵματα, ἀλλὰ πλοῦτος ἔκ τε τῆς περὶ τὰ ἴδια προμηθείας καὶ ἐκ τῆς τῶν ἀλλοτρίων κατὰ προσένεξιν εἰσφορᾶς συλλεγείς τε καὶ αὐξηθείς· τὸν μὲν γὰρ ἐκ γεωπονίας συνῆγον, τὸν δ' ἐξ ἀλλοδαπῆς συνέλεγον· πλὴν οὐχ ὥστε καὶ ἀποτεθησαυρίσθαι τὸν πάντα, μηδενὸς μετέχοντος, ἀλλ' ἐξαιρουμένων τῶν ἀναγκαίων εἰς δόσεις 99 καὶ ῥόγας καὶ δαπανήματα, καὶ μᾶλλον εἰς ἐπιφανῶν μὲν ἀνδρῶν φιλοτιμίας, πενήτων δὲ χορηγίας, ὡς ἐκχεῖσθαι κατ' ἀεννάων ποταμῶν πλημμύρας τὸ βασιλικὸν ἔλεος· τὸ λοιπὸν τῶν χρημάτων τοῖς ταμείοις ἐντεθησαύριστο. Τὸ γὰρ ἐπὶ Κύρου καὶ ∆αρείου τὸ πάλαι λεγόμενον ἐπ' ἐκείνοις ἄντικρυς ἦν, καὶ ὁ μὲν Ἰωάννης πατὴρ Ῥωμαίων, ὁ δ' αὖ Θεόδωρος δεσπότης ἐπωνομάζοντο. Ἐς τόσον καὶ γὰρ ὁ μὲν Ἰωάννης προμηθευτικῶς τοῖς ἅπασιν εἶχεν ὥστε καί, ἰδίαν πρόνοιαν τῆς βασιλικῆς ἐξουσίας τὰ λεγόμενα ζευγηλατεῖα ἡγούμενος, παρ' ἕκαστον κάστρον καὶ φρούριον κώμας ἐπὶ τούτοις καθίστη, ἐφ' ᾧπερ ἐκ τῆς ἐκείνων ἐπικαρπίας καὶ εἰσφορᾶς σιταρκοῖτο μὲν καὶ τὸ παρακείμενον φρούριον, ἔχοι δέ γε καὶ ὁ κρατῶν ἐντεῦθεν πολλοῖς ἢ καὶ πᾶσιν ἐξαντλεῖν τὰς τῆς εὐεργεσίας ἀμάρας. Ὁ δέ γε Θεόδωρος εἰ καὶ δραστικώτερον ἐχρυσολόγει ἐκ τῶν κοινῶν συνδόσεων, ἀλλ' εἰς τὸ πολλα πλάσιον ἐξεκένου γνώμης ἁπλότητι, ἐξ ὧν ἀμπώτιδές τινες καὶ χαρύβδεις, ὡς ἐκεῖ τῆς θαλάσσης, ἐνταῦθα τῶν χρημάτων ἐδείκνυντο· τὸ γὰρ ἀφαιρού μενον ἐπληροῦτο πάλιν ἐκ τοῦ ῥᾳδίως προσγιγνομένου, καὶ ἦν ἡ τοῦ ὄντος ἀφαίρεσις τοῦ προσγιγνομένου τοῖς ἀφαιρεθεῖσι πρόσθεσις πλείων, ἑκάστου μεῖον μὲν συνδιδόντος διὰ τὴν κοινὴν εἴσπραξιν, πλέον δ' ἔχοντος οὗπερ ἀφῄρηται ἐκ τοῦ πάντας ἐκ βασιλέως ἔχειν, κἀντεῦθεν καὶ ἐπιχορηγεῖν ὅτου δέοιτό τις ἐκ τοῦ προχείρου κἀν τῷ διδόναι μᾶλλον χαίρειν ἢ τῷ λαμβάνειν. Καὶ τί γὰρ ὁ τοῦ Χριστοῦ νόμος ἄλλο βούλεται ὁ διδόναι πᾶσιν ἐπιτάττων αἰτοῦσιν ἢ ὥστε πάντας ἔχειν καὶ ἐξαπορεῖσθαι μηδένα, κοινοῦ προκειμένου τοῦ νόμου, ὡς ἄλλου παρέξοντος ἑτοίμου, εἴ γε ἄλλος ἀπορήσει διδούς; Τοῖς δέ γε μικροψύχοις καὶ τὸ κατ' ἐγγύην χρέος εἰς πολλαπλάσιον πρόσεστι, καὶ ὁ ἐγγυητὴς Θεός, τὸ θαυμάσιον.

κδʹ. Ὅπως νοσήσας ὁ βασιλεὺς Ἰωάννης πολλὰ τοῖς πένησιν ἐχορήγησεν. Βούλομαι τοίνυν καὶ ἄλλο τι διηγήσασθαι περὶ τούτων, παραιτοῦμαι δὲ ὅτι καὶ ὁ λόγος διὰ τὸ χρήσιμον παραβέβασται. Νόσος ἐνέσκηψε τῷ βασιλεῖ 101 Ἰωάννῃ ποτέ, ἀφαιρεθέντι τὴν ἐπ' ἀγαθοῖς βοηθὸν σύζυγον, τὴν οὐκ οἶδ' ὅ τι καὶ φῶ τῶν θαυμασίων ὀνομάτων Εἰρήνην, καὶ ἡ νόσος ὡς χαλεπή· ἐπείληπτο γὰρ διὰ τὸ γῆρας, οἶμαι. Τῶν γοῦν ἰατρῶν ἀπορούντων ἐφ' ὅ τι καὶ τράποιντο, αὐτὸς ἐπὶ Θεὸν καταφεύγει καὶ τὸ ἐκείνου πρὸς πάντας ἔλεος κατὰ τὸ δυνατὸν ἐκμιμεῖται. Ὥριστο τοίνυν, καὶ σάκκοις ὁ χρυσὸς ἐξαν τλεῖται, καὶ ἀνὰ ἓξ καὶ τριάκοντα τῶν ἀκιβδήλων νομισμάτων ἑκάστῃ τῶν ὁπουδήποτε ἀπόρων δίδοται, χωρὶς τῶν εἰς θείους ναοὺς καὶ μονὰς καὶ θεοφιλεῖς ἄνδρας ἐξαντληθέντων, ἐπιμεμετρημένου τοῦ ἐλέους πλείστοις ἡμιόνων σάγμασιν· ἀλλ' ἐπιμετρεῖται τῷ ἐλέει τὸ τοῦ Θεοῦ ἔλεος, καὶ ῥαΐζει τῆς νόσου ὁ ἀσθενῶν, καὶ ἐπιγάννυνται ὡς εἰκὸς τῷ ἐλέει. Καὶ Ῥωμαίοις