1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

127

λέγων, πῶς ἀμαθῶς οὕτω τῶν 345 ἡμετέρων χειρῶν ἀπεδίδρασκε· καὶ εἰ λυπήσων ἐφάνη, κατὰ τί γε καὶ παρ' ἡμᾶς ἀφῖκται; Ἀλλ' ὡς ἔοικε, τοὺς ἐλέγχους διαφυγγάνειν πραγματευόμε νος, ἔλαθεν ἑαυτὸν συνωθήσας μάλιστα πρὸς τὴν δίκην. Μὴ οὖν ἐπὶ πλέον φυγοδικῶν κερδαινέτω· ἀλλ' ἐπεὶ τὸ τρίτον ἐναπολέλειπται μήνυμα, συνα χθέντων γενέσθω καὶ τοῦτο. Καὶ εἰ μὲν ἀπαντήσει, κρινέσθω· εἰ δ' οὖν, ἀλλ' ὑμῖν γε μελήσει πῶς ἂν φυγοδικοῦντα μετελεύσησθε. Τὸ δ' ἐμὸν ἀναθετέον Θεῷ, ὅπως ἂν ὡς ἐκείνῳ βουλητὸν οἰκονομηθείη.» Ταῦτ' εἰπὼν καὶ προσθεὶς κἀκεῖνα κατά τινα πρόληψιν εὐμεθόδως ὅτι καὶ τὸ τούτους πολλάκις ἀναφέροντας περὶ τῶν κατὰ τὰς σφῶν ἐκκλησίας μὴ εἰσακούεσθαι, αἰτίαν μίαν εἶναι τὴν τοῦ πατριάρχου πρὸς αὐτὸν ἀπέχθειαν καὶ ὡς, εἰ ἐκποδὼν τὸ σκάνδαλον γένηται, αὐτοὺς τὰ μεγάλα παρ' αὐτῷ δύνασθαι, καταπαύει τὸν λόγον.

ʹ. Ὅπως, συναχθέντων τῶν ἀρχιερέων, τὸ τέλειον μήνυμα καὶ ἐπὶ τούτῳ ἡ ἀπόφασις γέγονεν. Τῆς δὲ μετ' αὐτὴν ἡμέρας συναχθέντων ἅμα καὶ πάλιν, μετὰ πολλὰ τὰ λαληθέντα καὶ τὴν τοῦ βασιλέως οἷον παραίτησιν, ὡς μηδὲ αὐτὸν θέλειν παρεῖναι, εἰ μή γε τῆς ἐκκλησίας δεσμοὶ ἐξεχώρουν καὶ προσκατηνάγκαζον, καὶ τὸ λοιπὸν πέμπεται μήνυμα, ἀρχιερέων κἀν τούτῳ μεσολαβησάντων καὶ κληρικῶν. Ὡς δὲ καὶ αὖθις ὁ πατριάρχης ἀπεῖπε τὴν ἄφιξιν, προστιθεὶς ὡς· «Τὸ δοκοῦν ὑμῖν ἀπόντος γενέσθω· οὐδὲ γὰρ ἀπαντήσαιμι, κἂν ὅ τι γένοιτο», τότε μετὰ τὴν πολλὴν σκέψιν οἱ ἱεράρχαι, κανόσιν οἷον ἐπερείδε σθαι θέλοντες, εἶχον μὲν καὶ τὸν τῆς φυγοδικίας κανόνα τῶν ἀποστόλων, τὰ πολλὰ σφίσι πρὸς τὸ τὰ δοκοῦντα ἀποφαίνεσθαι συμβαλλόμενον· ὅμως δέ γε ἐν ἀσφαλεῖ βουλόμενοι πράττειν, ἐπεὶ καὶ ἐπὶ πάσης, ὡς εἰπεῖν, τῆς πόλεως ταῦτ' ἔπραττον, τοῦ βασιλέως οἰκονομοῦντος διὰ τὴν τῆς ἀπεχθείας ὑποτρέ χουσαν ὑποψίαν καὶ ἵνα μὴ καὶ αὖθις σχίζοιντο, μαθόντες τὰ γεγονότα, παρί στων καὶ αὖθις ἐπὶ μέσου τὸν Ἑψητόπουλον. Καὶ ὁ λίβελλος καθ' ἓν κεφάλαιον ὑπανεγινώσκετο, καὶ εἰ ἔχει τοὺς μαρτυρήσοντας ἠρωτᾶτο. Ὁ δέ· «Πραγμάτων φανερῶν, εἶπεν, οὐ τόνδε ἢ τόνδε ἀνάγκη εἶναι τὸν μάρτυρα, ἀλλ' ἅμα σύμπαντας, ὅτι καὶ πάντες συνοίδασι γενομένοις.» Ὡς γοῦν ἐκλε γέντες τινὲς ἠρωτήθησαν τῶν τοῦ κλήρου, καὶ μᾶλλον περὶ τοῦ σουλτάν, εἰ 347 συλλιτανεύσας τῷ πατριάρχῃ συγκαθίσειεν, ἀναγινωσκομένου τοῦ θεολογικοῦ λόγου κατὰ τὸ σύνηθες, εὐθὺς ὡμολόγουν οὕτω γενέσθαι· τὸν δὲ σουλτὰν εἰ χριστιανός ἐστιν εἴτε καὶ μή, μὴ εἰδέναι ἔφασκον, τέως δ' ἐκεῖνον τότε χρι στιανὸν νομίζειν ἄντικρυς. Οἱ γοῦν κρίνοντες τοῦτο μόνον λαμβάνειν ἤθελον τὸ συλλιτανεύσαντα καθεσθῆναι, τὸ δ' εἴτε χριστιανὸς εἴτε καὶ μή, αὐτοῖς ἔφασκον ζητητέον εἶναι· καὶ ἐπὶ τούτοις πολλοὶ παρήγοντο μαρτυρήσοντες τὸ σέβας ἐκείνῳ μὴ κατὰ χριστιανοὺς εἶναι, οὐκ οἶδ' εἴτ' ἀληθῶς, εἴτε μὴν καὶ θεραπεύοντες τὸν κρατοῦντα. Τέως δέ γε, ὡς ὕστερον ἡμᾶς πυνθάνεσθαι, τῶν τοιούτων τέλος λαβόντων, ὁ σουλτάν, ἀποστείλας πρὸς τὸν κρατοῦντα, ἐπεὶ παρὰ τὴν αὐτοῦ αἰτίαν μεμαθήκει τὸν πατριάρχην ἐξελαθέντα, σὺν ἄλλοις οἷς ἐμήνυε, καὶ τοῦτο χαριέντως ἢ μᾶλλον καὶ βαθέως ἁπτόμενος προσεμήνυε, ἀξιῶν στεῖλαί οἱ τῶν ἐκείνου διαφερόντως τὰ ἱερὰ περιάμματα, ἃ δὴ καὶ ἐγκόλπια ὁ κοινὸς ὀνομάζει λόγος, καί, εἰ βούλοιτο, καὶ χοίρου ταριχευθέντα μηρόν, ὡς ὀρεγόμενος φάγοι. Καὶ τοῦτ' ἦν τότε τῷ βασιλεῖ περὶ τοῦ πατριάρχου ἔλεγχος ἄντικρυς, τῷ μὲν εἶναι τῶν θείων ἐκτυπωμάτων προσκυνητὴν τὸ σέβας αὐτοῦ παριστῶντος, τῷ δὲ καὶ κρεῶν ὑείων ὀρέγεσθαι τὴν κατὰ χρι στιανοὺς πολιτείαν ἐμφαίνοντος. Τότε δὲ ὡς ἀτελέστου περὶ τοῦ σουλτὰν βουλευομένων ἐκείνων, ἐδόκει κίνδυνος ἐξῆφθαι τῷ πατριάρχῃ. Ἦσαν δ' ἄλλοι οἳ καὶ γλαφυρώτερον ἐπεχείρουν δῆθεν προσεπιτιθέμενοι ταῖς κατηγο ρίαις ὡς, εἴπερ κἀκεῖνος εἰς χριστιανοὺς ἀληθῶς ἐτέλει, τὸ γοῦν περὶ ἐκεῖνον Περσικὸν καλὸν ἦν ἐκτόπως τὸν πατριάρχην φυλάττεσθαι· μηδὲ γὰρ κἀκείνους πάντας χριστιανοὺς εἶναι ἢ καὶ λογίζεσθαι. Ὡς γοῦν πρὸς τὸ τὰ δοκοῦντα ἀποφαίνεσθαι