1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

181

ἀξιωθεὶς καὶ οὗτος πρὸς συμβουλὴν τὴν περὶ τούτων, ἔγραφεν, ἤδη εἰς ψῆφον ὢν πατριαρχείου· ὁ γὰρ Εὐθύμιος ἐτεθνήκει τῆς Θεου πόλεως. Τὸ δ' ὅπως οὐ χεῖρον εἰπεῖν. Κεχήρωτο μὲν οὖν τὸ πατριαρχεῖον, καὶ πολλοὶ τῶν τῆς ἀνατολῆς ἐπισκόπων παρῆσαν, οἱ μὲν ἐκεῖθεν ἰόντες, οἱ δὲ καὶ ἐνταῦθα ταῖς ἐκείνου προτροπαῖς γενόμενοι· ἤρεσκε γὰρ ἐπὶ τούτοις καὶ ἡ τοῦ Ἀναζάρβου Θεοδωρήτου βουλή, εἰς νόσον ἤδη κλιθέντος τοῦ 557 πατριάρχου, τοὺς ἱκανοὺς ἐκ προτροπῆς ἐκείνου γίνεσθαι, ἐφ' ᾧ τὸν μετ' ἐκεῖνον προσκληθησόμενον ἀνεπιλήπτως καὶ ἱκανῶς ψηφίζοιντο. Ὡς γοῦν ἐζητεῖτο ὁ χρησιμεύσων καὶ οὐδεὶς τοῦ Πρίγκιπος ἀπεγίνωσκεν, ἦν οὖν εὐθὺς καὶ ψηφίζεσθαι καὶ προσκαλεῖσθαι τὸν ἄνδρα. Ἀλλ' ὁ βασιλεύς, σοφόν τι συνορῶν ἐπὶ τούτοις, ὑπώπτευε τὴν χλεύην καὶ τὸν κρεμάμενον ἐκ τῆς ὑποψίας κατάγελων μήπως ὀφλήσῃ προὐνόει. Τὸν γὰρ Πρίγκιπα μὴ δι όλου τῇ ἐκκλησίᾳ ἑνούμενον διὰ τὰ συμβάντα οὐδ' ὅλως ἠγνόει, τὸ δὲ συνυ ποκλίνεσθαι κατὰ τιμὴν ὑπερτάτην προτεινομένην ᾤετο μέν, οὐκ εἶχε δ' ἀραρότως πιστεύειν· εἰ γοῦν ψηφισθεὶς ἀπερεῖ, εἶναι μὲν ἐκείνῳ τὴν ὅτι καὶ ἀξιούμενος οὐχ ὑπήκουσεν αὐτάρκη τιμήν, τοὺς δέ γε καλέσαντας ἐξ ἀνάγκης ἀποφέρεσθαι τὸ ἧττον, ὅτι καὶ ἀξιοῦντες οὐ προσεδέχθησαν. Γράφει γοῦν καὶ ταῦτα ἐν ἀπορρήτοις τῷ πατριάρχῃ· πειρᾶν πρότερον, εἶθ' οὕτως καὶ ἐφιέναι ψηφίζεσθαι. Ἡ δὲ πεῖρα ἦν διὰ τοῦ συγγράφοντος τάδε· οὗτος γάρ, συνήθειαν ἔχων εἰς ἐκεῖνον τὴν μεγίστην, καὶ ἐπὶ τῇ πείρᾳ ταύτῃ τῶν ἄλλων προὐκρίνετο. Τότε γοῦν, κατὰ τὰ ἐν ἀπορρήτοις ἐπε σταλμένα μὲν πρὸς βασιλέως πατριάρχῃ, ἐπεσταλμένα δὲ παρὰ πατριάρχου τῷ συγγραφεῖ, φοιτῶν ἐκείνῳ συχνάκις καὶ τὰ περὶ τοῦ πατριαρχείου προ τεινόμενος, εἰδὼς μὴ εἰδότι τὸν νοῦν ἐθηρώμην καὶ τὴν γνώμην ἐνεχύραζον, καί γ' ἐπληροφόρουν πληροφορούμενος ὡς κληθεὶς ὑπακούσειε καὶ τὴν εἰς τὸ πατριαρχεῖον κλῆσιν προσήσεται. Γέγονε ταῦτα, καί, ὡς ὑποψηφίῳ ἐντεῦθεν προσφερόμενος, ὁ κρατῶν τὰ φιλικά τε ἐπέστελλε καί γε τῶν ἀναγκαίων κατὰ βουλὴν κοινωνὸν ἐποίει. Τότε τοίνυν, τὰς αὐτῶν δεξάμενος συμβουλὰς καὶ πρό γε τούτων τὴν τῆς δεσποίνης, ἔργῳ τὰ τῆς βουλῆς ἐπλήρου καὶ πέμψας ἄγει τε εἰς ἑαυτὸν τὸν Ἰωάννην ἐκ τῶν κατὰ Σκάμανδρον Τρωϊκῶνἐκεῖ γὰρ καὶ τὰς διατριβὰς ἐποιεῖτο, αὐτάρκως τῶν εἰς πρόνοιαν ἔχωνκαὶ μετασχηματίσας γαμβρὸν ἐκάλει καὶ βασιλέα Βουλγάρων. Μετετίθει δὲ καὶ τοὐπίκλην εἰς τὸ τοῦ πάπ που Ἀσάν, ἀνὰ πᾶσαν τὴν περὶ αὐτὸν πληθὺν θριαμβεύων τοὔνομα καὶ δίκας προστιθεὶς τὰς ἀξίας τοῖς γε μὴ οὕτω λέγουσι, κατά τινα μεμνημένοις χρείαν. Καὶ τῶν Βουλγάρων τοὺς μὲν προσχωρεῖν ἑτοίμους ἐκάλει, ὡς αὐτίκα 559 εὐεργετήσων, τοὺς δέ τι καὶ προνοοῦντας τοῦ ἀσφαλοῦς πέμπων δώροις μὲν ἤγαλλεν, ἀνερρώννυ δὲ ταῖς ἐλπίσιν ὡς εὖ πράξοντας, εἰ τὸν Ἰωάννην δέξοιντο βασιλέα, ἀποστάντες Μαρίας. Ταῦτα μὲν οὖν ἐκ τῆς Ἀδριανοῦ ᾠκονόμει καί τινας, αὐτίκα πρὸς μόνην τὴν φήμην προσχωροῦντας, εὖ ἔδρα καὶ κατεδημαγώγει Βουλγάρους ταῖς ὑποσχέσεσιν.

ʹ. Ὅπως καὶ τὸν Μιχαήλ, ἐκ δύσεως ἀνελθόντα, γαμβρὸν ἐποιήσατο. Ἐπανελθόντι δ' εἰς πόλιν ἠγγέλλετο καὶ ἡ τοῦ Μιχαὴλ ἐκ τῶν δυτικῶν ὅσον οὐκ ἤδη ἄφιξις. Ὁ δ' ἦν ὁ τοῦ Μιχαὴλ δεσπότου υἱὸς ὕστατος, ∆ημήτριος μὲν τὸ κατ' ἀρχὰς λεγόμενος, θανόντος δὲ τοῦ πατρός, τοὔνομα κατὰ μνήμην ἐκείνου ἀνταλλαξάμενος· ᾧ δὴ καὶ μοῖρα τῶν τοῦ πατρὸς χωρῶν προσκεκληρωμένη οὐκ ἀποχρῶσα τῷ μεγέθει τῆς κατ' αὐτὸν ἀξίας, ἧς παρὰ τοῦ κρατοῦντος ἐτύγχανεν ἤδη γαμβρὸς ὑπεσχημένος γενέσθαι, οὐδαμῶς ἐδόκει. Τῷ τοι κἀκείνην ἀφείς, βασιλεῖ προσεχώρει, πιστεύων γράμμασιν ὅρκοις κατησφαλισμένοις. Ἦσαν μὲν οὖν τῷ βασιλεῖ ἑκατέρων τῶν θυγα τέρων Εἰρήνης ἅμα καὶ Ἄννηςἡ γὰρ Εὐδοκία μικρὰ ἦν καὶ ἔτιαἱ πρὸς τοὺς νυμφίους συναρμόσεις ἐμπρόθεσμοι· ἀλλ' οἱ τῆς Εἰρήνης γάμοι τῷ ἤδη βασιλεῖ φημιζομένῳ Βουλγάρων Ἀσὰν ἐτελοῦντο περιφανέστερον. Συμβόλοις γὰρ ἐχρᾶτο βασιλικοῖς, ἐξ ἐρίων μὲν κατ' ἐφεστρίδας, τοῖς δ' ἄλλοις τοῖς