1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

6

γεγονότα ἐκεῖσε τῷ βασιλεῖ. λʹ. Τὰ κατὰ τοὺς πρὸς τὸν πάπαν Μαρτῖνον ἀποκρισιαρίους καὶ ὡς ἀπελθόντες οὐκ ἐδέχθησαν καὶ ὡς ἐπεκλάσθη διὰ ταῦτα ἡ τοῦ βασιλέως ὑπὲρ ἐκείνων σπουδή. λαʹ. Περὶ τῶν διαθηκῶν τοῦ πατριάρχου Ἰωσήφ. λβʹ. Ὅπως συνέβη τὰ κατὰ τὰ Βελλάγραδα. λγʹ. Θρίαμβος τῶν ἑαλωκότων κατὰ τὰ Βελλάγραδα. λδʹ. Τὰ κατὰ τὸν ἄρχοντα τῶν Λαζῶν Ἰωάννην καὶ ὅπως ἐλθὼν ἐπε γαμβρεύθη τῷ βασιλεῖ. λεʹ. Ὅπως ὁ βασιλεὺς δυνάμεις ἐξηρτύετο κατὰ τοῦ σεβαστοκράτορος Ἰωάννου, μετακαλεσάμενος καὶ Τοχάρους, καὶ ὡς παρὰ τῆς δεσποίνης ἐκωλύετο ἐξελθεῖν. λʹ. Ὅπως κατὰ θάλασσαν ὁ βασιλεὺς συνάμα τοῖς αὐτοῦ ἐκινδύνευε καὶ ὡς, φθάσας τὴν Ἀλλαγήν, ἐν τοῖς Παχωμίου ἐτελεύτησεν. 23

{ΣΥΓΓΡΑΦΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΠΡΩΤΗ}.

Προοίμιον τοῦ συγγραφέως καὶ περὶ τῆς ἀληθείας τῶν λεγομένων.

Γεώργιος Κωνσταντινουπολίτης μὲν τὸ ἀνέκαθεν, ἐν Νικαίᾳ δὲ καὶ γεννηθεὶς

καὶ τραφείς, ἐν Κωνσταντίνου δὲ καταστὰς αὖθις, ὅτε Θεοῦ νεύματι ὑπὸ Ῥωμαίους αὕτη ἐγένετο, ἔτη γεγονὼς εἴκοσιν ἑνὸς δέοντος τηνικάδε, καὶ κλήρῳ δοθεὶς θείῳ καὶ ἀξιώμασιν ἐκκλησιαστικοῖς διαπρέψας καὶ ἕως καὶ ἐς πρωτεκδίκου φθάσας τιμήν, ἔτι δὲ καὶ ἐν ἀνακτόρων εἰς δικαιοφύλακα τιμηθείς, τάδε ξυνέγραψεν, οὐ λόγους λαβὼν ἄνωθεν ἀμαρτύ ρους, οὐδ' ἀκοῇ πιστεύων μόνον, ἤν τις λέγοι ἑωρακὼς ἢ καὶ ἀκούσας αὐτός, πιστοὺς δ' ἀξιοίη τοὺς λόγους, εἰ μόνον λέγοι, λογίζεσθαι, ἀλλ' αὐτόπτης τὰ πλεῖστα, οὕτω ξυμβάν, γεγονὼς ἢ καὶ μαθὼν ἀκριβῶς παρ' ὧν τὸ πρῶτον ὡράθη πραχθέντα, πλὴν δ' οὐκ ἀμάρτυρα, ἀλλὰ καὶ πολλοῖς ἄλλοις συνη γορούμενα, ὡς ἂν μὴ ὁ ξύμπας χρόνος, φύσιν ἔχων τὰ πολλὰ κρύπτειν συχναῖς κυκλικαῖς περιόδοις, καὶ τάδ' ἀφανίσειε, κατὰ μικρὸν ἐξίτηλα τῇ παραδρομῇ γιγνόμενα, διὰ τὸ φανέντα κρύπτεσθαι πάντα ἀνάγκην εἶναι, ὥς πού τις τῶν σοφῶν ἔφη καὶ ἀληθῶς ἐγνωμάτευσεν, οὐ μὴν ὥστε καὶ τὸ ἀληθὲς περὶ ἐλάττονος τοῦ ψεύδους ποιήσασθαι περὶ τοιούτων λέγοντα· ἱστορίας γάρ, ὡς ἄν τις εἴποι, ψυχὴ ἡ ἀλήθεια, καὶ τὸ τῆς ἀληθείας χρῆμα ἐπάναγκες ἱερόν, ὁ δὲ πρὸ ταύτης τὸ ψεῦδος ἄγων ἄντικρυς ἱερόσυλος. 25 Ἄλλως τε καὶ ἡμῖν ἥκιστα πρόθεσις τοῖς πραχθεῖσι μέγεθος ἐντιθέναι, ὡσανείπερ κινουμένοις ἐκ μίσους ἢ μὴν εὐνοίας, ὡς ἂν πλέον ἢ εἰκὸς ἢ τὸ κακῶς ξυμβὰν διασυρείη ἢ τὸ εὖ ξυμπεσὸν ὑμνηθείη, τοῦ λόγου τὰς ἀκοὰς γοητεύοντος. Ἐπειδὴ γὰρ τὰ ὁπουδήπου πραχθέντα ἔστι μὲν καὶ διεξιέναι, οἷς δὴ καὶ λέγειν βουλομένοις ἐστίν, ἔστι δὲ καὶ ἐᾶν ἄρρητα, μὴ ἀνάγκης ὑπούσης, νικᾷ κατ' ἐμὴν γνώμην τὸ σιωπᾶν ἢ τὸ λέγειν ἄλλως ἢ ὡς ἐπρά χθησαν, καὶ κρεῖττον δήπου τοῖς ἀκουσείουσι τὸ μὴ μανθάνειν ὅλως ἢ τὸ μανθάνειν ἄλλως ἢ ὡς ἡ ὄντως ἱστορία βούλεται, ὡς ἐκεῖθεν μὲν τῆς ἁπλῆς εἰσαγομένης ἐκείνης ἀγνοίας ἐξ ἧς οὐ μῶμος προστρίβεται, ἐντεῦθεν δὲ τῆς διπλῆς, ὥστε μὴ εἰδέναι συμβαίνειν τὸν εἰδέναι οἰόμενον, οὗ δὴ καὶ χεῖρον οὐδέν. Οὐ μὴν ἀλλ' οὐδ' αὐτὸς ἐγκεχείρηκα ἂν τῇ γραφῇ, ἤν μοι μὴ ἐπῄει ἐλπίζειν, προϊόντος τοῦ χρόνου, τὰ χείρω καὶ ἔτι ξυμβαίνειν, ἐκ τῶν παρόντων καὶ τὰ ἐσαῦθις στοχαζομένῳ, ἢ μᾶλλον ἐκ τῶν συμβάντων λογι ζομένῳ τὰ συμβησόμενα. Πολλῷ γὰρ δήπου εἰς ἀκοὴν ὠτίου θαυμασιώτερον ἐκ τοιαύτης, ἧς δὴ καὶ γεγεύμεθα, ἡσυχίας καὶ καταστάσεως εἰς τόδε ξυμφορᾶς τὰ πράγματα προελθεῖν, ἢ τοιαῦτα φανέντα καὶ οὕτως τῆς προτέρας εὐθαλείας, δεινοῦ χειμῶνος ἐπεισφρήσαντος, καταρρεύσαντα ἐπὶ μεῖζον καταυανθῆναι, ὥστε μὴ ὅπως εὐθαλεῖν, ἀλλ' οὐδὲ ζωτικῆς τὸ παράπαν μετέχειν κινήσεως.

βʹ. Παραίτησις τοῦ μὴ τὰ πρότερα ἢ κατὰ τὸν συγγραφέα λέγειν. Τὸ γοῦν ἀνατρέχειν ἐπὶ τοὺς πρότερον ἢ καθ' ἡμᾶς ἄρξαντας κἀντεῦθεν ἄρχεσθαι τὰ ἐκείνων