1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

136

βασιλεῖ ὁ δηλωθεὶς Γαλησίου ἦν Ἰωσήφ, ὃς οὐ τοσοῦτον ὑπερεπάθει τοῦ Ἀρσενίου ὅσον τῷ Γερμανῷ ἀπηχθάνετο διὰ τὴν ἐκ θρόνου εἰς θρόνον, ταπεινοῦ εἰς τὸν ὑπέρτατον, ἐπιπήδησιν. Τῷ τοι καὶ ἐσχίζετο μὲν ἐκεῖνος, ὑπέτεινε δὲ καὶ τῷ βασιλεῖ οὐ καλὰς ἐννοίας περὶ ἐκείνου ὡς οὐ λύσοντος, ἄν γε καὶ λύοι· οὔτε γὰρ ἱκανὸν εἶναι τοῦτο παρὰ Θεῷ καὶ αὔταρκες, οὔτ' ἀκατάγνωστον ἐν ἀνθρώποις. Ὡς γοῦν ταῦτ' ἔλεγεν ὁ εἰς πατέρα τεταγμένος τῷ βασιλεῖ καὶ πείθειν ἦν ἐκεῖνον ἐκ τοῦ προχείρου καὶ δι' ἄλλα μὲν πρὸς τὸ δοκεῖν ἱκανά, μάλιστα δὲ καὶ ὅτι ἐπ' ἐκείνῳ πεπλη ροφόρητο τὰ πολλά, πατρί γε νομιζομένῳ καὶ ἄλλως ἐν πνευματικαῖς ἐργασίαις διαβεβοημένῳ, ἐν ἐννοίαις μεγίσταις ὁ κρατῶν ἦν, καὶ μᾶλλον ὅτι καὶ τὸ σχίσμα πλέον ἐγένετο διὰ τὴν μετάθεσιν, κἂν ἐκεῖνος κατωλιγώρει τῆς εἰς αὐτὸν ὕβρεως καί γε οὐδὲν οὐδενὶ ἠνώχλει, κἂν πάντες προσήγγελλον. Μεταβαλὼν γοῦν τῆς γνώμης, ὁ βασιλεὺς πολὺς ἦν ὀριγνώμενος διὰ ταῦτα ἐκστῆναι τοῦ θρόνου τὸν Γερμανόν, κἂν μὴ ἐξ ἑαυτοῦ μαθὼν ὑπεκσταίη, ἀλλ' οὖν ἄλλον ἐπιθαρρῆσαι συμβουλεύειν ἐκείνῳ τὴν ὑποχώρησιν. Ἕτοιμος δ' ἦν εἰς τοῦτο παραυτίκα ὁ Ἰωσήφ, πλὴν ἀνεμφάτως καὶ ὡς ἂν οἰηθείη τις ἀγνοοῦντος τοῦ βασιλέως· ἐκεῖνος γὰρ καὶ εἰς τέλος τὴν ὑποψίαν ταύτην διεφυλάττετο.

ιηʹ. Ὅπως ὁ Ἰωσὴφ τῷ Γερμανῷ συνεβούλευεν ἀποθέσθαι τὴν πατριαρχίαν. Καὶ δή, τοῦ βασιλέως ἐνδόντος, ἐν ἀπορρήτοις ὁ Ἰωσὴφ τῷ Γερμανῷ προσιὼν ἐν σχήματι συμβούλου χρηστοῦ τὴν πατριαρχίαν συνεβούλευεν 381 ἀποθέσθαι· πολὺν γὰρ εἶναι τὸν τάραχον, καὶ οὐχ οἷόν τ' ἔσεσθαι ἐς μακρὰν ἀντισχεῖν ἐκεῖνον, κἂν ὅσον παρὰ τοῦ βασιλέως συνέχοιτο· ἀπαυδήσειν γὰρ καὶ αὐτὸν βασιλέα, μαθόντα τὸ σχίσμα. «Ἦ οὐχ ὁρᾷς ὁπόσοι τε ἀμφὶ τὸν Ὑάκινθον, ὁπόσοι τ' αὖθις ἀμφὶ τὴν Θεοδοσίαν καὶ τὸν αὐτά δελφον αὐτῆς τὸν Ἰωάννην τὸν τῆς Μάρθας καὶ τὴν ἑτεροθαλῆ ἀδελφὴν αὐτῶν τὴν Νοστογγόνισσαν συνέστησαν; Οὐ βλέπεις τοὺς μοναχοὺς ἀπο φοιτήσαντας τῶν μονῶν, αἷς ἐγγηράσαντες τοῖς ἀσκητικοῖς ἐνίδρωσαν πόνοις; Εἰ δ' ἐπὶ τῇ Εὐλογίᾳ θαρρεῖς, ἀλλ' ἴδε τὴν ἀδελφὴν αὐτῆς Μάρθαν, ἴδε τὰς αὐτῆς θυγατέρας, ὅπως τῷ Ἀρσενίῳ προστετήκασι καὶ σοῦ ὀλιγωροῦσιν ὡς μηδενός. Οἱ δὲ κοσμικοί, ἀλλ' οὐκ ἔχω σοι λέγειν ὅπως τῷ Ὑακίνθῳ πρόσκεινται καὶ τῇ Νοστογγονίσσῃ μοναχῇ, ἣν ἀδελφὴν οἶδας οὖσαν Θεοδοσίας καὶ Ἰωάννου τῶν εἰρημένων. Τί σοι γοῦν λοιπὸν ἐναπο λειφθήσεται, εἴ γε καὶ βασιλεὺς ἀπειπὼν ἀπολείψοι σε; Σπεῦσον μετὰ τιμῆς ἐξελθεῖν, ὡς καιρὸν ἔχεις τοῦ ἀφ' ἑαυτοῦ πράττειν, μήπως, ἐπιστάντος σοι τοῦ καιροῦ καθ' ὃν ἀβουλήτως πράττειν ἀναγκασθήσῃ, καὶ γέλωτα ὄφλοις, ἀποχωρῶν τῆς ἐκκλησίας καὶ ἄκων.» Ταῦτα μὲν οὖν ἐκεῖνος ἐν ὑποθήκης τρόπῳ πρὸς τὸν ἐπὶ τοῦ πατριαρχείου συνεῖρεν· ἀλλ' ἡ ὄρεξις προσίστατο τοῦ ἀκούοντος, καὶ ὁ λέγων οὐκ ἔπειθε. Ποῦ γὰρ καὶ εἰς νοῦν ἐκείνῳ ὡς καὶ βασιλεὺς ἐπινεύει πρὸς ταῦτα καὶ τὰ τῆς συμβουλῆς Ἰωσὴφ ἐκεῖθεν προανακέκρουσται; Ἔμεινε γοῦν καὶ ἔτι καὶ ἐπεστοίβασε κληρικούς τε καὶ ἱεράρχας χειροτονῶν, ἀφορῶν πρὸς τὴν τοῦ κρατοῦντος εὐμένειαν. Τὸ δ' ἦν ἄρα χλεύη καὶ γέλως, καὶ τὸ εἰς ἐκεῖνον ἐλπίζειν ἶσον καὶ τῷ ἐν μνίοις θαλάσσης, ἐπεὶ τῆς νεὼς ἀποπέσοι, θαρροῦντι σῴζεσθαι. Ἀλλ' ὁ κρατῶν, τὴν ὑποψίαν ἐκκλίνειν ἐθέλων, καὶ συνέχειν προσεποιεῖτο καὶ εὐμενῶς προσεφέρετο καὶ παρεῖχεν ἐκείνῳ πλεῖστα, ἐφ' ᾧ διδοίη καὶ τὰς τῶν πολλῶν ἐξωνοῖτο γνώμας, ὥστε καὶ 383 τῆς τῶν Βαΐων ἑορτῆς ἐπιστάσης, ὅτε καὶ ἡ συνήθης ἐξ ὄρθρου λιτανεία τελεῖται, αὐτὸς πέμψας πλεῖστα ἐξ ἀργύρου καὶ χαλκοῦ νομίσματα πρὸς τοῦ κρατοῦντος ἐλάμβανε καί, ἁρπεδόσιν ἐνδεῖσθαι παρασκευάσας τὰ συνήθως λεγόμενα ἐπικόμπια καὶ αὐτὸς μέχρι καὶ ἐς τῶν Τεσσαράκοντα Μαρτύρων τὴν λιτὴν κατατείνων, ῥιπτεῖν ἐκέλευε τῷ λαῷ. Καὶ τοιαῦτ' ἦσαν τὰ πρὸς ἐκεῖνον τοῦ βασιλέως ἐπικαλύμματα, ἐφ' ᾧ μὴ γνωσθείη μηδ' ἀμη γέπη τὴν ἐκείνου θέλων ἐξέλευσιν.