1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

190

ἀποχωρήσαντος μὲν τοῦ Ἀσάν, τοῦ Τερτερῆ δὲ τὴν τῶν Βουλγάρων λαβόντος ἀρχήν, ἔγνω Νογᾷ προσχωρεῖν καί οἱ ἀμύνειν καθι κετεύει. Οὐ μὴν δὲ καὶ βασιλεὺς ἑτέρωθεν κατημέλει, ἀλλὰ καὶ αὐτὸς πρὸς Νογᾶν τὸν Ἀσὰν πέμπει συνάμα καὶ δώροις πλείστοις, ἀξιῶν μὴ παριδεῖν 591 τὸν ἐκ γένους Βουλγάρων ἄρχοντα, ἀλλὰ προσεπαμύνειν ἀδελφῷ γε ὄντι καὶ τῶν καθ' ἑαυτὸν δικαίων χρῄζοντι. Ὁ μέντοι γε Νογᾶς δέχεται μὲν καὶ Λαχα νᾶν, ἐλθόντα πρότερον, δέχεται δὲ καὶ Ἀσὰν εὐμενῶς· πλὴν δῶρα μὲν δέκτο καὶ ἀμφοτέρων, πόνον δ' ἀμέγαρτον ὤφελλε. Κατέχων γὰρ ἐκείνους ἐπὶ πολὺ καί γε περιφέρων μεθ' ἑαυτοῦἡ γὰρ πρεσβεία μία ἦν ἀμφοτέροις κατὰ τοῦ Τερτερῆ, εἰ καὶ καθ' ἑαυτοὺς ἠμφισβήτουν πρὸς ἀλλήλους τῆς βασιλείας καὶ πλεῖστον ὅσον διενηνεγμένοι ἦσαν, οὐδὲν ἐκεῖνος ἐποίει, ἀλλ' ἔτριβε χρόνον, ποτὲ μὲν τούτῳ, ποτὲ δὲ θατέρῳ προσυπισχνούμενος· ἐδού λευον δ' ἐκεῖνοι καὶ ἄκοντες ταῖς ῥοπαῖς. Τέλος καθίζει συμπόσιον, καὶ ὁ πότος ἐς πολὺ προέβαινε πίνουσιν. Ὡς δὲ μέθυος ἦσαν πλήρεις καὶ ὁ λογισμὸς ἐκείνοις παρήγετο, εὐθὺς ὁ Νογᾶς, οἷον ἐξ ὕπνου θορὼν καὶ τῶν ἀμφισβητήσεων ἐκείνων ὡς ἦν τότε μνησάμενοςκαὶ γὰρ τὸν μὲν Ἀσὰν παρ' ἑαυτῷ εἶχε καθήμενον, Λαχανᾶν δὲ καὶ τὸν αὐτοῦ πρωτοστράτορα Τζασίμπαξιν ἑκαστοτέρω, πλὴν ἐφ' ἑκάτερα, προστάσσει τοῖς αὐτοῦ ἀπεριμερίμνως οὕτως, ὥσπερ μηδὲν πράττειν μέλλων, κατασχεῖν τὸν Λαχανᾶν ὡς εἶχεν ἐκεῖνος καθήμενος. Καὶ τὸν μὲν εἰπεῖν ὡς οὗτος ἐχθρός ἐστι τοῦ πατρός μου καὶ βασιλέως καὶ ζῆν ὅλως οὐκ ἄξιος, ἀλλὰ τέμνεσθαι· ἐκείνους δ' ἐξαπιναίως κατασχόντας τὰς χεῖρας ἑκατέρωθεν μάχαιραν ἐμβαλεῖν τῷ φάρυγγι καὶ φονεύειν ἐκεῖσε πεσόντα. Εἶτ' αὖθις καὶ τὸν Τζασίμπαξιν θεασάμενον, προστάξαι καὶ κατ' ἐκείνου τὰ χείριστα, καὶ δὴ κἀκεῖνον εὐθὺς κτείνειν τὸν ὑπηρέτην, ἐμβαλόντα τῷ αὐχένι κοπίδα. Τότε καὶ ὁ Ἀσὰν βλέπων πρὸς τὴν θέαν ὅλως ἀπο πέπηκτο καὶ περὶ ἑαυτῷ φόβον εἶχε τὸν μέγιστον, κἂν τὰ ὅμοια κἀκεῖνος τότε πεπόνθει, εἰ μή γε ἡ Εὐφροσύνη περιποιησαμένη ἀπέπεμπε μετ' ὀλίγον. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον.

κʹ. Ὅπως ἐκστρατεύει ὁ βασιλεὺς Ἀνδρόνικος εἰς ἀνατολήν. Ὁ δὲ βασιλεύς, καὶ πάλιν τὰ κατὰ τὴν ἀνατολὴν νοσοῦντα μαθών, ἐξ ὅτου περ ὁ δεσπότης Ἰωάννης ἐξ ἀνθρώπων γεγονὼς ἐκεχειρίαν παρεῖχεν ἐς τοσοῦτον Πέρσαις ὥστε καὶ ἰσχύειν Ῥωμαίοις ἐπιτίθεσθαι καὶ κακοῦντὰ γὰρ κατὰ Μαίανδρον καὶ Καρίαν καὶ Ἀντιόχειαν ἤδη καὶ τετελευτήκει, τὰ 593 δὲ τούτων καὶ ἔτι ἐνδοτέρω δεινῶς ἐξησθένει καὶ τοῦ ἰατρεύσοντος ἔχρῃζον, καὶ ἡλίσκοντο μὲν τὰ κατὰ Κάϋστρον καὶ Πριήνην, ἡλίσκοντο δ' ἤδη καὶ τὰ κατὰ Μίλητον, καὶ Μαγεδὼν καὶ τὰ πρόσχωρα κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν ἐξηφανίζοντο, δεῖν ἔγνω τὸν υἱὸν αὐτοῦ καὶ βασιλέα Ἀνδρόνικον συνάμα καὶ ταῖς κατ' ἀνατολὴν δυνάμεσι πέμπειν. Καὶ δὴ παραγεγονὼς ἅμα δεσποίνῃ, τἀκεῖ καθίστα, ἔχων ἀμφ' αὑτὸν σὺν πολλοῖς ἄλλοις μεγιστᾶσι τόν τε μέγαν δομέστικον Μιχαὴλ τὸν Ταρχα νειώτην, ὃν δὴ καὶ Παλαιολόγον ἔγραφον μητρωνυμικῶς καὶ ἐς πρωτο βεστιαρίου ἀνῆγον τιμὴν ἐσύστερον, καὶ τὸν παρακοιμώμενον τῆς μεγάλης σφενδόνης Νοστόγγον καὶ σὺν αὐτοῖς ὅτι πλείστους τὰ τῶν δουλειῶν διευθύνοντας. Ὁ δὲ βασιλεὺς Ἀνδρόνικος, τὸ παρὰ Μαίανδρον διερχόμενος, εἶδε καὶ πόλιν μεγίστην, τὰς Τράλλεις, καὶ δὴ ἑάλω τε ταῖς τοῦ τόπου χάρισι, καί οἱ λογισμὸς ἐπῄει ἀνεγείρειν πεσοῦσαν καὶ τοὺς ἐξῳκηκότας ἐκεῖθεν σὺν ἄλλοις πλείστοις οἰκίζειν καὶ καταστάσῃ παρέχειν τὸ ἐξ ἑαυτοῦ ὄνομα, ὡς μὴ Τράλλεις ἐντεῦθεν, ἀλλ' Ἀνδρονικόπολιν, εἴτ' οὖν Παλαιολο γόπολιν, ὀνομάζεσθαι. Σπουδὴν γοῦν τὴν μεγίστην περὶ ἐκείνην εἰσῆγε καί, τὸν μέγαν δομέστικον ἐπιστήσας, ἀνοικοδομεῖν ἐκέλευε τὴν ταχίστην. Ὡς γοῦν ἔργου ἥπτοντο καὶ προὔκοπτον ἀνοικοδομοῦντες, τὴν εἰς τὸ πονεῖν προθυμίαν καὶ μᾶλλον ἐπηύξει χρησμὸς εὑρεθεὶς ἐκεῖσε, ἐγγεγραμμένος μαρμάρῳ, ὡς δῆθεν ἀναστήσοντός τινος ταύτην πεσοῦσαν καὶ πρὸς τὸ κρεῖττον ἢ πρότερον ἐπανάξοντος· ὃς δὴ καὶ παρεμφερὴς ἐῴκει πρός τε τὰ πραττόμενα καὶ τὸν ἀναστήσοντα κατὰ πάντα, ὥστ'