1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

108

καταφρονοῖντο Θεοῦ διὰ τῆς τῶν ὅρκων παραβασίας ὑπεραγανακτήσας, τέλος τί δεῖ ποιεῖν κατεσκέπτετο, ὡς 269 μὴ ψεῦδος ἀληθείας κατακαυχήσαιτο καὶ ὁ ἀδικήσας κερδαίνειν δόξοι, ἀνεχο μένης τῆς ∆ίκης. «Τὸ γοῦν ἐξ ἡμῶν, ἔφη, ἂν ἐκείνη περιαργοίη, δίκαιον γίνεσθαι, ὡς ἂν τῷ περὶ τούτων ἀγανακτεῖν μισοπόνηροι δόξωμεν.» Ταῦτα τοῦ πατριάρχου λέγοντος, ἀπήχθοντο μὲν οἱ περὶ ἐκεῖνον ἐκτόπως καὶ ἀπεστύγουν τὰ πεπραγμένα, τὸ δὲ πᾶν ἐπ' ἐκείνῳ κεῖσθαι διωμολόγουν, ὡς καὶ αὐτῶν ἑψομένων, εἴ τι ἂν ἐκείνῳ καὶ δόξοι. Ὁ δέ, ὅρκων ἐκείνων καταστενάξας καὶ μνησθεὶς ὅπως ἐμπεδοῖντο καὶ ἄλλοι μὴ οἷοί τε πράττειν τὰ ὀμωμοσμένα, αὐτὸς τὸ εἰς ἐκεῖνον ἧκον ποιεῖν ἀνεδέχετο μόνος. Πλὴν οὐ σωματικῶς σφάττειν ᾑρεῖτοοὐδὲ γὰρ ἄξιον· ὅσον δ' ἧκε κατὰ ψυχὴν πράττειν, οὐκ ἐρρᾳθύμει. Τὸ δ' ἦν πάντως ὅπερ διὰ τῆς μαχαίρας τοῦ Πνεύματος γίνεται, ὅ ἐστι ῥῆμα Θεοῦ, ὡς διαιρεῖν τὸν ἄξιον καὶ τὸν ἀνάξιον, καὶ τὸν μὲν εὐλογεῖν, τὸν δ' ἐκπέμπειν τῆς ὁλομελείας τοῦ σώματος τοῦ Χριστοῦ. Ταῦτα στήσας καθ' ἑαυτόν, τῶν ἄλλων τῷ μὲν δικαίῳ δυσωπουμένων, τῷ δὲ φοβερῷ συστελλομένων, μὴ καὶ ἀναιδέστερον ἀπεργάσαιντο, πέμψας ἐκεῖνος ἅμα τε ἐλέγχει ἀσεβήσαντα καὶ ἅμ' ἐπιφέρει τὴν τοῦ Πνεύματος τομήν, τὸν ἀφορισμόν. Ἐνταῦθά τις καὶ μέμψαιτο τοῖς γεγονόσι, ὡς οὐ κατὰ τρόπον γεγονόσι, καὶ ὑπεραπολογήσαιτο τῶν πραξάντων πάλιν, ὡς οὐκ ἄλλως ποιεῖν ἐχόντων. Καὶ ἡ μὲν μέμψις, ὅτι, θεὶς τὸν δεσμόν, ὑφῆκε τοῖς τοῦ κλήρου ψάλλειν ἐκείνου χάριν, ὥστε οἱ καὶ κοινωνεῖν ἐκείνους διὰ τῶν ἱερῶν τελετῶν, αὐτός τε τὰς ἱερὰς ἐτέλει μυσταγωγίας, ἐφ' αἷς ἦν ἀριδήλως τὸν δεσμοῖς πνευματικοῖς κατεχόμενον μνημονεύεσθαι. Ἡ δ' ἐπὶ τούτοις ἀπολογία, ὅτι αὐτάρκως εἶχε τοιούτῳ προσώπῳ τὰ τῆς ἐπιτιμήσεως, ὡς, εἰ καὶ προσετίθετο πλέον, κινδυνεύειν συγκεχύσθαι τὰ πάντα κατὰ τὸν Ἐμπεδόκλειον σφαῖρον καί τι καὶ παράλογον προβῆναι, τοῦ βασιλέως ἀπαυθαδίσαντος. Εἰ γὰρ δυσχερὲς μέγαν οἶκον μικρὰν δυστυχίαν δέχεσθαι, ὥσπερ καὶ μικρὸν μεγάλην, ἀλλ' οὖν τὸ τὴν μεγάλην δυστυχίαν τῷ μεγίστῳ οἴκῳ ἐπεισπεσοῦσαν μὴ κατὰ τὸ εἰκὸς ἐκμειλιχθεῖσαν καθυφιέναι τῆς ἀπηνείας οὐκ ὀλίγα βλάψειεν ἄν. Οἰδίποδες ταῦτα καὶ θοῖναι Θυέστου καὶ 271 πλάναι Ὀδύσσειοι μαρτυρήσουσιν. Οὕτω μὲν οὖν τοῦ πατριάρχου μετελθόντος τὸ τοῦ βασιλέως τόλμημα, ἑκὼν μὴ θέλων δέχεται τὴν ἐπιτίμησιν ὁ κρατῶν καί, τόπον διδοὺς τῷ δικαίῳ θυμῷ, ἡσύχαζεν, οὔτε μεμφόμενοςοὐ γάρ οἱ ἄξιον, καὶ τὰ τῆς πράξεως ὡς εἶχεν ἀπελογεῖτο. Ὅμως ἐν ἀφύκτοις οὐκ ἀγνοῶν κατεχόμενος, ἠρέμα διέφερε τὴν ὀργὴν καὶ καιρὸν μετανοίας ἐζήτει, ἐφ' ᾧ τὴν συγχώρησιν δέξασθαι· ἤλπιζε γὰρ ὡς, εἰ μικρὸν ἡσυχάσας, εἶτα, μεταγνῶναι δόξας, τὴν λύσιν ζητοίη, ἕψεταί οἱ παραυτίκα καὶ ἡ συγχώρησις.

ιεʹ. Ὅπως διὰ τῶν τριήρεων ἠνδραγάθουν ὁ τοῦ στόλου τῆς Ῥωμαΐδος λαός. Ἀμέλει τοι καὶ μικρὸν ἐπισχὼν τὰ αὑτοῦ ἔπραττεν. Ὁ δ' οὖν σὴς τοῦ συνειδότος ὡς ὀστέον τὴν καρδίαν ἐβόσκετο, καὶ ταπεινὸς ἐδόκει, κἂν τῷ σοβαρῷ τῆς βασιλείας αἴρεσθαι προὐνοεῖτο, ἐφ' ᾧ μὴ καταφρονούμενος καὶ τῶν ἀναγκαίων ἀποτυγχάνοι. Τὸ γοῦν ναυτικὸν ἔπλει, καὶ αἱ τριήρεις, ταῖς νήσοις προσίσχουσαι, οὐκ ὀλίγας ἐκείνων ᾕρουν, καὶ παραυτίκα αἱ ἁλοῦσαι φρουροῖς ἠσφαλίζοντο, καὶ Ῥωμαίοις προσεκτῶντο αἱ Λατίνοις δουλεύουσαι· ἐξ ὧν ἁλισκομένη μὲν ἔγνωστο Νάξος, αἱρουμένη δὲ Πάρος ἠκούετο, καὶ Κέως καὶ Κάρυστος Ὠρεῷ κατὰ καιροὺς ἰδίους συνελαμβάνοντο, καὶ σὺν ἄλλοις ἄκρα Πελοπονήσου ἀμφὶ Μονεμβασίαν σὺν Σπάρτῃ καὶ Λακεδαίμονι ὑπὸ Ῥωμαίοις ἐγένοντο.

ιʹ. Ὅπως οἱ ἀδελφοὶ τοῦ βασιλέως τὰς τῶν δυτικῶν ἐνεχειρίσθησαν διοικήσεις. Τότε τοίνυν τοῖς ἀδελφοῖς ἐγχειρίσας τὰ δυσικά, τῷ μὲν δεσπότῃ Ἰωάννῃ τὰς ἀνατολικὰς παραδοὺς δυνάμεις συνάμα τῷ Σκυθικῷ, τὰ κατὰ γῆν προσέ ταττε μετιέναι καὶ τὰ τῶν Ἰλλυριῶν μεθέπειν καὶ Τριβαλλῶν καὶ τὰ Πηνειοῦ πέραν, τὴν ἰδίως Ἑλλάδα λεγομένην, κατατρέχειν, τῷ δεσπότῃ Μιχαὴλ πολε μοῦντα· οὐδὲ γὰρ