1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

182

αὐτοῖς βασιλεῖ. Καὶ συνθεσίαι ἦσαν· εἰ μὲν εὐοδοῖντο, ἐπιβαίνειν Τερνόβου συνάμα καὶ ταῖς ἀπὸ τοῦ βασιλέως δυνάμεσιν, εἰ δ' οὖν, ἀλλὰ καὶ αὖθις εἰς δεσπότας τῆς Ῥωμαΐδος σεμνύνεσθαι. Τοῖς μὲν οὖν τετελεσμένοι ἦσαν οἱ γάμοι, καὶ βουλαὶ προὐτίθεντο συνεχεῖς, ὅπως ἂν καὶ τὰ πρόσω κατ' εὐμάρειαν προχωροῖεν. Τοῖς δὲ τοῦ Μιχαὴλ γάμοις καὶ τῆς δευτέρας τῶν βασιλέως θυγατέρων Ἄννης προσίστατό τι τῶν τῆς ἐκκλησίας κανόνων, οὓς δὴ Σισίνιος, πάλαι θείς, ἀφορισμοῖς ἐκράτυνεν ἀσφαλέσιν. Ἡ μὲν οὖν τοῦ δεσπότου Νικηφόρου Ἄννα τῆς τοῦ βασιλέως θυγατρὸς Ἄννης αὐτανεψία ἦν, Νικηφόρος δὲ καὶ Μιχαὴλ αὐτάδελφοι πάντως. Περιισταμένου γοῦν τοῦ κατ' αὐτοὺς συνοικε σίου εἰς ἕκτον βαθμόν, τὸν ἔνθεν μὲν ἐκ τεσσάρων, ἐκεῖθεν δ' ἐκ δύο συγκεί 561 μενον, ἔδει συνόδου περὶ τούτων σκεψομένης καὶ τῆς παρ' αὐτῆς λύσεως. Ἐπεὶ δ' ἐσκέπτοντο καὶ τὰ τῶν βασιλέων συναλλάγματα, ὡς εἰς εἰρήνην γινόμενα, ἐδόκουν πλείω τὴν ἄνεσιν ἔχειν ἢ δὴ τὰ τῶν ἄλλων, ἀντισηκοῦσθαι τὸ ὡς δῆθεν παρὰ κανόνας γιγνόμενον τῷ πρὸς τοὺς δεομένους ἐλέει κοινῶς ἐδόκει· καὶ τόνδε τὸν τρόπον τοῦ προσισταμένου λυθέντος, ἐτάττετο μὲν εἰς δεσπότας ὁ Μιχαήλ, τῇ Ἄννῃ δέ, βασιλίδι οὔσῃ γε, συνεζεύγνυτο. Καὶ ἦν ἐντεῦθεν ὁ μὲν Μιχαὴλ βασιλεῦσι δοῦλος ἐν ὅρκοις, ὁ δ' Ἰωάννης ἔνσπονδος διόλου, εἰ βασιλεύσοι Βουλγάρων, Ῥωμαίοις ἐν ὅρκοις, εἰ δ' οὖν, ἀλλὰ καὶ αὐτὸς ἐν ὅρκοις πιστῶς δουλεύσων τοῖς βασιλεῦσιν, ὑπὸ τούτοις δεσπότης ταττόμενος.

ζʹ. Τὰ κατὰ τὴν Μαρίαν καὶ ὅπως τῷ Λαχανᾷ συνῴκησεν. Ἠβούλετο δὲ βασιλεὺς προλαμβάνειν Μαρίαν, μὴ καὶ φθάσῃ τὰ καθ' αὑτὴν εὖ θεμένη ἁλιώσῃ τε τὴν βασιλέως βουλήν, καὶ κατέσπευδε συχνοὺς ἐπ' ἐκείνην πέμπων, οὐ τόσον τἀκεῖ καταστρέψοντας ὅσον ἡμέρως μεταχει ριουμένους, ἐφ' ᾧ παραδοῖεν Μαρίαν καὶ τοὺς τοῦ βασιλέως δέχοιντο παῖδας. Ἡ μέντοι γε Μαρία ἐν ἀφύκτοις ἔγνω γενομένη καὶ δυοῖν μέσον ἐναπειλημ μένη κακοῖν· ἔνθεν μὲν γὰρ τὸ φανὲν ἐκ νέου κακόν, ὁ Λαχανᾶς προσκείμε νος, ἠρήμου τὴν χώραν καὶ προσεκτᾶτο τὰ πέριξ, προσβάλλων μόνον, ἐκεῖθεν δ' αἱ δυνάμεις τοῦ βασιλέως, ἐπιοῦσαι πλείονες, δῆλαι ἦσαν τὸ μὲν ταπεινὸν καὶ ὅσον ἐκτὸς ζημιοῦντες, τὸ δ' ἐντὸς καὶ περιφανὲς ἐκ παντὸς τρόπου ὑποποιούμενοι. Ὅθεν καὶ περὶ ἑαυτῇ τε καὶ τῷ παιδὶ τετρεμαινούσῃ δειναὶ φροντίδες ἐτάραττον τὴν ψυχήν, καί, πρὸς ἀμφότερα μέρη μὴ σθένουσα ἵστασθαι, θάτερον ἐξημεροῦν ἔγνω, πλὴν ὅσον καὶ ταύτην ἀπόνασθαι τῶν καθ' ἡμέρωσιν πραχθέντων τὰ μείζω. Τὸ μὲν οὖν πρὸς βασιλέα κλίνειν τῶν εἰκότων μὲν ἔκρινε καὶ ἄλλως εὐπρεπὲς ἑαυτῇ, σωζούσῃ μὲν τὰ τῆς σωφρο σύνης καὶ τὰ πρὸς τὸν ἀποιχόμενον δίκαιαδίκαια δὲ πάντως μὴ συνοικεῖν τῷ σφαγεῖ, ζητούσῃ δὲ παρ' οἰκείου σῴζεσθαι, παρ' οὗ δὴ καὶ τὴν τιμὴν ἐκτήσατο. ∆ιὰ ταῦτα γοῦν τὸ πρὸς βασιλέα πέμπειν καὶ ἱκετεύειν τῶν 563 δικαίων ἔκρινεν. Ὅσον δὲ τὸ καθ' αὑτὴν συνοῖσον καθ' ὃ ἦν βουλομένη, καὶ λίαν ἀπᾷδον ἐγίνωσκεν· αὐτῇ μὲν γὰρ τὴν τιμὴν κατοχυροῦν αὐτῇ τε καὶ παιδὶ Μιχαὴλ διὰ σπουδῆς εἶναι, βασιλέα δὲ μηδ' ἂν ἐν ὕπνοις θελῆσαι, ἀφέντα τοὺς παῖδας, οὓς δὴ καὶ ἤρξατο καθιστᾶν, ἐκείνοις περιποιεῖν τὴν ἀρχήν. Οὕτω μὲν οὖν τῶν ἀπὸ βασιλέως καὶ μᾶλλον ἱκανῶς ἀπεγίνωσκε, τὸ δὲ πρὸς τὸν βάρβαρον πέμπειν καὶ ἀξιοῦν σπενδομένην καθ' αὑτὴν διατελεῖν τοῦ ἔθνους ἄρχουσαν, οὔτ' ἔχειν λόγον τὴν ἀξίωσιν ἔκρινε· τὸν γὰρ τῆς ἀρχῆς ταύτης ἀντιποιούμενον σπένδεσθαι πρὸς τὴν κατέχουσαν ταύτην ἀδύνατον. Καὶ τὰ ἀπὸ βασιλέως συννοοῦσαν φροντίζειν ἐποίει· μηδὲ γὰρ ἠρεμεῖν βασιλέα, ἅπαξ ὑπὲρ παίδων περὶ τῆς ἀρχῆς ἀρξάμενον διαφέρεσθαι. Ἔγνω τοίνυν παριδεῖν μὲν τὰ τοῦ ἀποιχομένου δίκαια, παριδεῖν δὲ καὶ ἀνθρώ πων νέμεσιν, εἰ, τοιαύτη τις οὖσα, τοιούτῳ ἑαυτὴν ἐκδοίη, πρὸς μόνον δὲ τὸ δοκοῦν συνοῖσον αὐτῇ τε καὶ παιδὶ κατιδεῖν. Τὸ δ' ἦν, ὡς ἐδόκει, ὅλην ἑαυτὴν ἐπιρρῖψαι τῷ συφορβῷ καὶ ὑπανοῖξαι θύρας αὐτῷ καὶ βασιλείας καὶ πόλεως, αὐτῷ τε συνεῖναι καὶ συνοικεῖν ὡς βασιλεῖ δέσποινα. Ταῦτα διανοησαμένη, αὐτίκα πέμπειοὐδὲ γὰρ ἠρεμεῖν εἴων αἱ τοῦ