1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

13

ψάλλειν Νῦν προφητικὴ πρόρρησις πληρωθῆναι ἐπείγεται, οὐκ ἀνειμένως ἄλλως καὶ ἀναβεβλημένως, ἀλλ' ἐνθουσιαστικῶς οἷον μάλα ὑπερφωνοῦντι καὶ ὑπὲρ δύναμιν· ἐφ' ᾧ δὴ καὶ τὸν δεσμώτην τότε μεταβαλεῖν πρὸς τὸ εὐθυμότερον καὶ ἡσθῆναι δόξαι, ὡς μὲν ἦν δοκεῖν καὶ τῷ φαινομένῳ, τῇ μελῳδίᾳ, τῇ δ' ἀληθείᾳ καὶ ὡς οὐκ ἦν τὸν μελῳδοῦντα ὑπονοεῖν, τῷ ἐπὶ τοῖς παροῦσι δόξαντί οἱ χρηστῷ ὄρνιθι. Ἀλλ' οὕτω μὲν ἐφ' ἡμέραις τὴν ὁδὸν ἐξανυσάντων καὶ ὡς βασιλέα φθασάντων, ἐμφανίζεται μὲν ὅσον τάχος ὁ πεμφθεὶς τῷ κρατοῦντι καὶ 53 ἀπαγγέλλει τὴν ἄφιξιν, τὸν δὲ μηδὲ τὸ παράπαν εἰσαχθέντα ἡ εἱρκτὴ ὡς κατάκριτον δέχεται· ἦν δ' ἄλλως ὑπονοούμενον τό, ἐνευκαιρήσαντος τοῦ κρατοῦντος, ἐξετάσει τἀκείνου δοθήσεσθαι μείζονι ἢ κατὰ τὸν τότε καιρόν. Ἀλλὰ χρόνος ἐτρίβετο μεταξὺ νοσοῦντος τοῦ αὐτοκράτορος, κἀκεῖνον εἶχε δεσμώτην ἡ φυλακή, πλὴν οὐχ ὡς ἐφ' ὁμολογουμέναις καθοσιώσεσιν· οὐ γὰρ ἦν ἔγκλημα τὸ παράπαν, εἰ μή γε τὴν ὑποψίαν καὶ τὸ πολλοὺς ἐν ἀπορρήτοις ἐκφέρειν, πρὸς οὓς ἦν πιστεύειν ὑποφωνοῦντας τὸ μόρσιμον, ἔγκλημα θείη τις τῷ κατεχομένῳ. Ἐδόκει δὲ τέως καὶ ἡ πρόφασις ἔγκλημα. Ἡ δ' ἦν ..., ἀλλ' ἀνακτέον τὸν λόγον, ἵν' εὐμαθέστερον τῶν προκειμένων ἔχοιμεν.

ιβʹ. Ὅπως νοσῶν ὁ βασιλεὺς πάντας ἐπὶ μαγείαις ὑπώπτευε καὶ τὰ κατὰ τὴν Μάρθαν. Νόσος ἦν ἐνσκήψασα τῷ κρατοῦντι καὶ ἡ νόσος δεινή· ἐπείληπτο γὰρ καταπίπτων συχνάκις. Τὸ δ' ἦν, ὡς ἔοικεν, ἐκ ζέσεως φυσικῆς ἐγκαρδίου. Ὅθεν, οἶμαι, καὶ τὸ εὐφυὲς ἐκείνῳ καὶ ὑπὲρ τὸ προσῆκον ἦν, οὐ στέγοντος τοῦ μορίου τὸ πάθος κἀντεῦθεν ἐκτρεπομένου τοῦ εἰκότος, ὡς μηδὲ χρησίμους πολλάκις ἀναπέμπειν τῷ ἐγκεφάλῳ τὰς ἀναπνεύσεις, ὅθεν καὶ τὸ λογίζεσθαι. Ἐν τούτῳ γὰρ καὶ φιλοσόφων ἔριν περὶ τοῦ φρονεῖν συμβιβάζειν τις ἔχοι· πηγὴ γὰρ λογισμῶν ἡ καρδία, πλὴν ἀναγομένων πρὸς τὸν ἐγκέφαλον, ὡς ἐκεῖνος συμμετρίας ἢ μὴν ἀσυμμετρίας ἔχοι, οὕτως εἰδοποιεῖσθαι συμβαίνει τὸ ἀναγόμενον. Τότε τοίνυν ἐπιπιπτούσης συχνάκις τῆς νόσου, οὐκ οἶδ' ὁπόθεν, μήνιμα εἶναι τὸ πάθος ὁ πάσχων ἐκ μαγγανείας δαιμόνιον ὑπελάμβανε. Καὶ οἱ μὲν πολλοὶ τῶν ἔξω, οἷς ἦν τὰ τοιαῦτα πιστεύειν, τὸ ἔγκλημα προσέτριβον τοῖς Μουζάλωσι, παραλόγων καὶ ὡς οὐκ ἂν προσεδόκησαν τῶν ἀξιωμάτων τυχοῦσι· τῷ μέντοι γε πάσχοντι πᾶς ὕποπτος ἦν, εἰ μόνον τις ἐπὶ μαγγα νείαις κατηγοροίη. Ὅθεν καὶ πλεῖστοι καὶ τῶν τυχόντων συνελαμβάνοντο, εἴ πού τις γρύξειεν ἐγκαλῶν. Καὶ ὁ μὲν διώκων μαγγανείας ἄλλον ὑπὲρ ἑαυτοῦ πολλάκις ἢ τοῦ πλησίον προὔβαλλε τοὔγκλημα, ὡς δίκας ληψόμενος ἀποδείξας· ἀναγόμενον δὲ πρὸς βασιλέα τὸ ἔγκλημα ἐκ τοῦ παραυτίκα οὐ γὰρ ἦν σιωπᾶν ἀκούσαντα, ὁ δέ, οὐχ ὑπὲρ ἄλλου του, ἀλλ' αὐτὸς 55 ἑαυτοῦ συνόλως ἀγωνιῶν, προσέταττεν ἐξετάζεσθαι. Παράστασις δὲ τοῦ μὴ ψήφοις ἁπάσαις τὸν κρινόμενον αἱρεῖσθαι οὐ μαρτύρων παραγωγαί, οὐ προτεινόμενοι ὅρκοι, οὐ βίων τῶν πρὸ τοῦ ἐξετάσεις, οὐκ ἄλλ' ἄττα οἷς τὸ ψεῦδος ἐλέγχεται· ἀλλ' ἓν καὶ μόνον ἦν τὸ σῷζον τοὺς ἡλωκότας, εἰ μύδρον ἐκ πυρὸς ἤδη ζέοντα, ὃ δὴ καὶ ἅγιον ἐπεφήμιζον, τολμώσῃ χειρὶ κύψαντες ἀναλάβοιεν καὶ τρὶς βηματίσειαν ἔχοντες, πρότερον τρισὶν ἡμέραις τοῦ ταῦτα γενέσθαι νηστείᾳ καθηγνισμένοι καὶ προσευχῇ, ἐπισεσημασμένοι καὶ τὴν χεῖρα κεκρυφάλῳ καὶ βούλλῃ, ὡς μή τις ἐπιχειροίη ἀλείφων τισίν, ἐφ' ᾧ μὴ ψαῦσαι μηδὲ καῦσαι τὸ πῦρ. Καὶ εἶδεν ὁ γράφων, ἡβῶν τῷ τότε, ὑποστάντας τινὰς τοιαῦτα, πλὴν καὶ ἀλωβήτως ἀπαλλάξαντας, τὸ θαυμάσιον. Τότε τοίνυν ὥριστο μὲν καὶ ἄλλοις παρὰ τοῦ κρατοῦντος λαμβάνειν εἰς γάμον εὖ τοῦ γένους ἐχούσας, κἂν ἐκεῖνοι πολλάκις ἐκ σπερμάτων ἦσαν οὐκ εὐγενῶν· πλὴν τὸ εὐγενὲς ἐκείνοις πρὸς τοῦ κρατοῦντος ἔρρεπε, καί, ὡς σφᾶς ἔδει σεμνύνεσθαι ἀξιώμασιν, ἐν εὐεργεσίας μέρει καὶ ἀμφοτέροις τὸ κῆδος ὁ κρατῶν ἐτίθει, ὥστ' ἐκείνους μὲν ταῖς ματρώναις, ὡς ὁ Ῥωμαῖος εἴποι, ὡς εἰκὸς μεγαλύνεσθαι, ἐκείνας δ' αὖθις συμμετέχειν τῶν ἀξιωμάτων τοῖς ἀγομένοις. Προστάττει τοίνυν σὺν τοῖς ἄλλοις καί τινι τῶν εἰς παιδο πούλους ταχθέντων ἐκείνῳ, τοῦ πατρὸς ζῶντος, Βαλανιδιώτῃ τοὐπίκλην, τὴν τῆς