1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

139

ἔχειν αὐτὸν καὶ γράφειν προσεφιλοτιμεῖτο, ὃν ἐκεῖνος, ὡς λέγεται, πρῶτος τῶν ἄλλων νέον Κωνσταντῖνον προσεπευφήμει· τί δὲ μεῖζον εἶναι τοῦ εἰς πατέρα τετάχθαι τῷ νέῳ Κωνσταντίνῳ καὶ βασιλεῖ; Τὰ γὰρ περὶ τούτου πλατικῶς εἰπεῖν, ἔταξε μὲν Γερμανὸς πρῶτος, τῷ βασιλεῖ χαριζόμενος, οἷος ἐκεῖνος τὴν πρὸς τοὺς ἄρχοντας θεραπείαν, ὑπεραπεδέξατο δὲ βασι λεύς, ὡς οὐχ ἁπλῶς συμβάντος, ἀλλ' ὅτι ποτὲ νηπιόθεν Κωνσταντῖνος παρὰ πατέρων, ὡς ἔλεγεν, ἤκουε. Οἱ δὲ Μανουὴλ λέγουσιν· ὃ καὶ ἀληθι νώτερον, οἶμαι, διὰ τὸ παρ' αὐτὸ προφοίβασμα ἰσαριθμήσοι τὰ μέτρα τὰ τοῦ βίου, τῆς κλήσεώς τέ φημι καὶ τοὐπωνύμου. Ὃ δὴ καί τινας ἔσφαλε ἱστῶντας τοὺς χρόνους ἐν δεκαεπτά· τὸ γὰρ Παλαιολόγος Μιχαὴλ στοιχεῖα ιζʹ. φέρει· προσκείμενον δὲ τὸ Μανουὴλ τὸν εἰκοσιτέταρτον τῆς βασιλείας χρόνον ἐδήλωσεν ἄντικρυς. Τότε γοῦν καὶ περὶ τῆς κατ' ἐκεῖνον προσκοποῦντος προνοίας καί γε οὐκ ὀλίγα προσεπαγγελλομένου, ἐκεῖνον εἰπεῖν περὶ μὲν τοῦ τῆς ἐκκλησίας προστησομένου· «Ὄψεται Θεὸς τὸν εἰς τὸ ποιμαίνειν αὐτάρκη, πρὸς δὲ καὶ συνεπιλήψεταί οἱ τῶν ἱερῶν μεριμνῶν. Τὸ δὲ εἰς πατέρα τετάχθαι τῷ βασιλεῖ μέγα μὲν καὶ ἄλλως σεμνόν· πλὴν ὃν καὶ Θεὸς εἰς υἱοθεσίαν προσεπελάβετο, τίς ἱκανὸς εἰς πατέρα κεκλῆσθαι τούτῳ, εἰ μὴ ὃν ἐκεῖνος καὶ μόνος ἄξιον εἰς τὴν ἐπιτροπείαν κρινεῖ; Τὸ μέντοι γε καὶ τῶν ἀναγκαίων προμηθεύεσθαί τε καὶ προνοεῖν περιττὸν ἄλλως καὶ οὐκ ἀναγκαῖον τοῖς καὶ τὸν τοὺς νεοσσοὺς τῶν κοράκων τρέφοντα ἔχουσι. Πλὴν ἀλλὰ καὶ ἡ ἐμὴ ἐκκλησίαἐδήλου δὲ τὴν Ἀδριανούπολιν, τὸν ἐμὸν ἀρχιερέα πλου τοῦσα, ἔχει τρέφειν καὶ ἄμφω συνάμα καὶ Θεῷ χορηγοῦντι.» Ταῦτα μὲν οὖν τότε ὁ Γερμανὸς ἐπὶ πᾶσι τοῖς προβληθεῖσι παραιτούμενος ἔλεγεν. 393

κβʹ. Περὶ τοῦ Ἀδριανουπόλεως Βασιλείου, εἴτ' οὖν Βαρλαάμ. Ἦν δ' ὃν ἔλεγεν ἑαυτοῦ, τῇ Ἀδριανουπόλει ἐπικηρυχθέντα μετ' αὐτὸν παρ' αὐτοῦ, ὁ ἀνεψιὸς ἐκείνου Βαρλαάμ, εἴτ' οὖν Βασίλειος, ὃς πρὸς μὲν τὰ εἰς πνευματικὴν πολιτείαν καὶ λίαν ἀμελῶς εἶχεν, ἄλλως δέ, φιλόκοσμος ὤν, ἵπποις ἐχρᾶτο, ἔστι δ' ὅτε καὶ ὅπλοις, καὶ προσεφιλοτιμεῖτο ὁμόσε τοῖς πολεμίοις χωρῶν. Ταῦτ' ἄρα καὶ ζῶντος μὲν τοῦ θείου, ἐν καταγνώσει ταῦτα πράττων συνεγινώσκετο· ὕστερον δὲ καὶ ἄλλων προστριβέντων αὐτῷ κατηγορημάτων, τοῦ γέροντος μεταλλάξαντος, ἐπεί, εἰς κρίσιν καλούμενος, ἐπὶ πολλαῖς ἡμέραις τὸν ἐπίληπτον ὑπεκρίνετο, ὡς προσποιεῖσθαι μηδὲν τῶν καθ' αὑτὸν εἰδέναι, τέλος ὑφίστατο τὴν ἀπὸ τῆς συνόδου καθαίρεσιν. Καὶ εὐθὺς μεθ' ἡμέρας ὁ ἐκστὰς δῆθεν ἔμφρων καὶ ὁ μηδὲ περὶ ἑαυτοῦ εἰδὼς ὅ τι ποιοίη καὶ ὅ τι πάσχοι, περὶ ὧν ἐκείνῳ λόγος οὐδεὶς διετείνετο, καὶ τὸν βασιλέα λιπαρῶς ἠξίου ἐφεῖναί οἱ χρᾶσθαι τῇ ἕξει καὶ στρατηγεῖν, ὡς οἵῳ τ' ὄντι ὁμόσε τοῖς ἐχθροῖς ἰέναι καὶ συχνὰ τἀκείνων ἱστᾶν τρόπαια. Τὸ δ' ἄρ' ἦν, τοῦ βασιλέως ἀκούσαντος, εἰς ὑποψίαν ἐκείνῳ κακίστην, εἶτα καὶ κίνδυνον. Συννοήσας γὰρ ὁ κρατῶν ὡς ὁ ταῦτα λέγων δυνατὸς ἐσεῖται καὶ πρᾶξαιἥ τε γὰρ ἡλικία καὶ τὸ τοῦ σώματος ἰσχυρὸν καὶ τρίτον ἡ περὶ ταῦτα πεῖρα πιστὴν ἡγεῖσθαι τὴν ὑποψίαν ἐδίδουκαί γ' ἐπειλημμένος ἀνέσεως οὐχ ὑπὲρ ἡμῶν μᾶλλον κατ' ἐκείνων, ἀλλὰ καθ' ἡμῶν μετ' ἐκείνων τῷ ἀποδρᾶναι καὶ μελετήσει ἴσως καὶ διαπράξεται, ἐν φυλακαῖς δέσμιον κατασχὼν ἐτήρει, μὴ καὶ φθάσοι, φησί, καθ' ἡμῶν ἐκτελέσας ἃ κατὰ τῶν ἐχθρῶν ἐπηγγείλατο. Εἶτα τῆς περὶ ἐκεῖνον φροντίδος ἀνεῖσθαι θέλων, προστάσσει τῷ Τζυκανδήλῃ, ὀτρηρῷ γε ὄντι πρὸς ταῦτα, ἀπαγαγόντι πρὸς Νίκαιαν αὐτόν τε καὶ σὺν αὐτῷ Βούλγαρον, καὶ αὐτὸν ὄντα ἐν ὑποψίᾳ τοῦ ἀποδρᾶναι, Τζουίλαν λεγόμενον, πρὸ τοῦ εἰς τὸ κάστρον εἰσαγαγεῖν, ἄμφω στερῆσαι τῶν ὀφθαλμῶν· ὃ δὴ καὶ γέγονε μετὰ ταῦτα.

κγʹ. Ὅπως εἰς πατριάρχην ψηφίζεται παρὰ τῶν ἀρχιερέων Ἰωσήφ. Ὁ μέντοι γε βασιλεύς, τὸν Γερμανὸν ἀποσκευασάμενος, περὶ πατριάρχου συνεσκόπει τοῖς ἱερεῦσιν, ὡς μηδὲν εἰδὼς δῆθεν, οὐδ' ἕτοιμον ἔχων ὃν καὶ ἐν καρδίᾳ προὐκατεβάλετο. Οἷς γοῦν οὐκ ἐν ἐπιστάσει τὰ τούτων, τούτοις 395 ἐπιπολαίως