1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

33

αὐτοῦ, αὐτὸς ἐντεῦθεν ἐκεῖνον ἀποψηφίζεται· πλὴν καὶ πολλά τινα κατορθοῦν ὑπισχνεῖτο, τὴν μὲν ἐκκλησίαν ἀνυψοῦν ὅσον, τοὺς δ' ἱερωμένους καὶ πλέον τοῦ μετρίου τιμᾶν, ἀξίαις τε μεγίσταις τοὺς ἀξίους τῶν ἐν τέλει προβιβάζειν καὶ κρίσεις ὑπεραποδέχεσθαι δικαίας καὶ τοὺς ἀρρεπῶς κρινοῦν τας ἐγκαθιστᾶν, ὧν καὶ μάλα καὶ πρώτιστον τὸν Κακὸν Μιχαήλ, τὸν καὶ Σενα χηρεὶμ ἐπικεκλημένον, εὖ τῶν λόγων καὶ τῶν νόμων ἔχοντα, ἐν τῷ δοῦναί οἱ καὶ πρωτοασηκρῆτις πάλαι σβεσθὲν ἀξίωμα καί οἱ θέλειν ἀσηκρῆτις ὑποτάξαι, ἐφ' ᾧ ἀδεκάστως καὶ ἀνεριθεύτως κρίνοιεν· ἔτι τε λόγον τιμῆσαι καὶ τοὺς ἐν λόγῳ περὶ πλείστου τῶν ἄλλων ποιεῖν· τὸ δέ γε στρατιωτικὸν ὑπεραγαπᾶν καὶ τὰς ἐκείνων προνοίας, κἂν ἐν πολέμῳ πίπτοιεν, κἂν ἀποθνῄσκοιεν, γονικὰς ἐγκαθιστᾶν τοῖς παισί, κἄν τισιν αἱ γυναῖκες κατὰ γαστρὸς ἔχοιεν τὸ κυοφο ρούμενον· εἰσπράξεων δ' ἀδίκων μηδ' ὄνομα εἶναι, μηδὲ χώραν διδόναι δια βολαῖς, ἀργοῦντος μὲν τοῦ ἐπὶ ταύταις μονομαχίου, ἀργοῦντος δὲ καὶ τοῦ σιδήρου, ὡς ἐπηρτημένου καὶ κινδύνου μεγίστου, εἴ τις τολμῴη τῶν δυνα μένων καὶ ἐν ἀρχαῖς ὑπέχειν τὸν μύδρον καταναγκάζειν· τὰ δὲ τῆς πολιτείας οὕτως ἀφόβως ἐν εἰρήνῃ διατηρεῖσθαι ὥστε καὶ τοὺς εὐποροῦντας, ἱκανῶς τῆς περιουσίας ἔχοντας, ἐπιδεικνυμένους τὰ ὑπάρχοντα κυδροῦσθαι καὶ τὸ 133 παράπαν μὴ δεδιέναι· ἐπὶ πᾶσιν ὑπακούειν τῆς ἐκκλησίας καὶ μητέρα ταύτην ὡς εἰκὸς ἡγεῖσθαι καὶ πᾶν τὸ εἰς κατάστασιν αὐτῆς πραγματεύεσθαι. Ταῦτα δὲ προσετίθει, ὅτι καὶ ἐν ὑπονοίαις ὁ προβασιλεύων ἦν τοῦ καταφρονεῖν τῶν ἐκείνης προνομίων καὶ βασιλικῶς κατεπαίρεσθαι, ὥστε καὶ ἐπὶ πολλοῖς τὸν πατριάρχην λυπεῖσθαι καὶ τὴν τοῦ λαοῦ προστασίαν ἀποπροσποιεῖσθαι, μηδέν, κἂν δικαίως ὑπέρ τινων λέγοι, εἰσακουόμενον. Ἦσαν οὖν τότε τῷ πατριάρχῃ καὶ οἷς τῶν ἀρχιερέων τὸ εἰς τὸ μέλλον προμηθὲς ἦν διττοί τινες λογισμοί, πρὸς ἀμφότερα κρούοντες καὶ ἑκατέρωθεν ἰσχυροί· ὅτε γὰρ πρὸς τὴν τῆς βασιλείας ἐντέλειαν ἀποβλέψαιεν, καὶ τὸ παρ' ἀμφοῖν βασιλέοιν, τοῦ μὲν νεοκομουμένου, τοῦ δ' ἐνεργοῦντος, ἄρχεσθαι ὡς καλὸν ὁμοῦ καὶ τῷ ὑπηκόῳ σωτήριον κατενόουν· πρὸς δὲ καὶ τὰ μέλλοντα προσγενήσεσθαι, ἅμα μὲν ἐξ ὧν τὴν ἱκανὴν πληροφορίαν ἐπὶ τἀνδρὶ εἶχον ἐκ πλείστου, ἅμα δὲ καὶ ἐξ ὧν τότε ὑπισχνουμένου κατήκουον, ὑπεραποδεχομένοις ἐῴκεσαν πραχθησόμενα. Ὅτε δ' αὖ πάλιν πρός τε τὸ τοῦ ἑνὸς ἀφιλονείκητόν τε καὶ ἀνερίθευτον καὶ τὸ ἐπὶ δυσὶ στασιαστικόν τε καὶ μάχιμον ἐννοήσαιεν, τάς θ' ἑκατέρωθεν ἐπιβουλὰς καὶ τὰς ὑποψίας ἑνὸς ἐπὶ θάτερον καὶ τέλος τὸν ἐφ' ἑνὶ κίνδυνον παρὰ τοῦ κρατήσαντος, διεφώνουν καὶ ἀπηγόρευον· εἶναι γὰρ τὴν βασιλείαν καὶ ἄλλως χρῆμα μὲν ὀρεκτὸν καὶ τοῦ παντὸς ἄξιον, ὑποπτικὸν δ' ἄλλως, ὥστε καὶ μὴ οὖσαν κακίαν εἰδωλοποιῆσαι διὰ τὴν ὑποψίαν καὶ οὖσαν μετιέναι παρασκευάζειν τὸν ἐπὶ τῆς ἀρχῆς, ὡς οὕτω μόνως ἀσφαλῶς βασιλεύσοντα, ἂν καὶ τὰ μὴ ὄντα ὡς ὄντα μετίῃ· ᾧ δέ τις πρὸς ταῦτα καὶ ὑποστέλλοιτ' ἄν; Ἐπὶ τῷ μή τισιν ἄδικος δόξαι τῇ μοναρχίᾳ ἐπιτιθέμενος, σοφόν τιν' εἰδὼς λόγον καὶ παλαιὸν ἐκ τραγῳδίας εἶναι τὸν ἐξαιροῦντα τὸν ἐπὶ τῇ δόξῃ τῆς ἀδικίας μῶμον, λέγοντα, εἴπερ ἀδικεῖν δέοι, ὑπὲρ τυραννίδος κάλλιστον ἀδικεῖν. Ταῦτ' ἐκείνοις λογιζομένοις δέος ἐπῄει· καὶ παρὰ ταῦτα μὲν πλησίον ἦσαν τοῦ πράττειν, τούτων δὲ προσκρουόντων τοὺς λογισμούς, ἀργοὶ πρὸς τὸ δρᾶν 135 ἦσαν, κἂν ὅσοι καὶ ὥρμων λέγειν. Νικᾷ δ' ὅμως τὸ μόρσιμον. Καὶ τοῦ μὲν τὴν ἀρχὴν ἐγχειρίζειν ἐκείνῳ οἱ πλεῖστοι γίνονται, καὶ σχεδὸν πάντες· ὅμως δ' ἐμπεδοῦν ὅρκοις φρικώδεσι καὶ ἀραῖον ἔχειν ὑπὲρ θατέρου θάτερον τοῦ μή τι δεινὸν βουλεύσασθαι κατ' ἀλλήλων τοὺς βασιλέας, τῶν εἰκότων ἐνόμισαν.

βʹ. Ὅπως ἀνίεσαν τὸν Παλαιολόγον ταῖς ἀραῖς αἷς ὑπέκειτο. Ἑτοίμως δ' ἀφῄρουν καὶ τὸ δοκοῦν τοῖς πραττομένοις προσίστασθαι, ἐφέσει τοῦ ταῦτα γενέσθαι. Ὡς γὰρ αἱ γεγονυῖαι συνθεσίαι τοῦ Παλαιολόγου πρὸς τὸν πάππον τοῦ βασιλέως καὶ αἱ δι' ἀφορισμῶν ἐμπεδώσεις ἦ μὴν μή τι κατὰ τοῦ γένους τοῦ βασιλείου