1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

91

τοῦ ποιοῦντος πόλεμον μετὰ τῶν ἁγίων, ὃ μετὰ τὰ δέκα βλαστήσει κέρατα ἐν τῷ τέλει τῆς Ῥωμαϊκῆς βασιλείας, ὁ ἅγιος ἔφη Γαβριήλ. Εἰρηκὼς γάρ· "Τρεῖς βασιλεῖς ταπεινώσει, καὶ λόγους πρὸς τὸν Ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους Ὑψίστου παλαιώσει·" ἐπήγαγε· "Καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ, καὶ καιρῶν, καὶ ἥμισυ καιροῦ." Τρία δὲ ταῦτα καὶ ἥμισυ ἔτη. Τὸν καιρὸν γὰρ ἐνιαυ τὸν προσηγόρευσε, καὶ τοῦτο ἐκ τῶν μετὰ ταῦτα σαφέστερον μαθησόμεθα· "Ὅτι εἰς καιρὸν, φησὶ, καὶ καιροὺς, καὶ ἥμισυ καιροῦ. Ἐν τῷ συντελεσθῆ ναι διασκορπισμὸν λαοῦ ἡγιασμένου γνώσονται ἅγιον, καὶ συντελεσθήσονται ταῦτα πάντα." Τρία γὰρ, φησὶ, καὶ ἥμισυ ἔτη ὁ τοῦ ἡγιασμένου λαοῦ κρατήσει διασκορπισμὸς, καὶ συντελεσθήσονται ταῦτα πάντα. Εἶτα γνώσονται τὸν ἅγιον. Τὸν μέ γαν Ἠλίαν ἐνταῦθα αἰνίττεται· περὶ γὰρ τὰ τέλη τῆς ἐκείνου δυναστείας ἀναφανεὶς ὁ μέγας Ἠλίας, τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν προκη ρύξει. Τούτοις ἐπάγει ὁ μακάριος ∆ανιήλ· ηʹ. "Καὶ ἐγὼ ἤκουσα, καὶ οὐ συνῆκα, καὶ εἶπον· Κύριε, τί τὰ ἔσχατα τούτων;" Μὴ συνιεὶς, φησὶ, τὸ εἰρημένον περὶ τοῦ χρόνου, ἠναγκάσθην ἔρεσθαι, σαφέστερον μαθεῖν ἐφιέμενος· ἐπόθουν δὲ καὶ τὰ μετὰ ταῦτα ἐσόμενα διδαχθῆναι. Ὁ δὲ θʹ, ιʹ. "Ἔφη πρός με· ∆εῦρο, ∆ανιὴλ, ὅτι ἐμ πεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι ἕως καιροῦ πέρατος. Ἕως ἐκλεγῶσι, καὶ ἐκλευκανθῶσι, καὶ πυρωθῶσιν οἱ πολλοὶ, καὶ ἀνομήσουσιν οἱ ἄνομοι, καὶ οὐ συνήσουσι πάντες ἀσεβεῖς, καὶ οἱ νοήμονες νοήσουσιν." Οὐ μάτην, φησὶν, ἀσαφέστερα ταῦτα εἴρηκα, καὶ οἱονεὶ σφραγίδας τοῖς λόγοις τὴν ἀσάφειαν ἐπέθηκα. Οὐδὲ γὰρ δεῖ πᾶσιν ἁπλῶς προσκεῖ- σθαι τὰ θεῖα, ἀλλ' οἱ μὲν νοήμονες διὰ τῆς ἄνωθεν αὐτοῖς χορηγουμένης γνώσεως συνήσουσιν· οἱ δὲ ἀνομίᾳ καὶ δυσσεβείᾳ συζῶντες, οὐδὲν τῶν ἐγκειμένων νοῆσαι δυνήσονται· ὅταν δὲ ἔλθῃ τὰ πράγματα, σαφῶς τὰς περὶ τούτων μαθήσονται προφητείας. Τότε καὶ ἀποκριθήσονται τῶν δικαίων οἱ τῆς πονηρίας ἐργάται· πάντα γὰρ ἡ πύρωσις δοκιμάσει. Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος· "Ἑκάστου γὰρ, φησὶ, τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει." Πάλιν δὲ περὶ τοῦ μὴ δεῖν ἅπασιν ἁπλῶς προτιθέναι τὰ θεῖα, ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί· "Μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ τοὺς μαργαρίτας ὑμῶν ῥίψητε ἔμπροσθεν τῶν χοίρων." Τὸν δὲ μακάριον ∆ανιὴλ ἅγιον ὄντα, καὶ εὔνουν τοῦ ∆εσπότου θεράποντα, ὁ θεῖος ἄγγελος διδάσκει τῆς τοῦ Ἀντιχρίστου τυραννίδος τὸν χρόνον, καί φησιν· 81.1541 ιαʹ. "Ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐννενήκοντα." Ἐπειδὴ γὰρ εἰρηκὼς "εἰς καιρὸν, καὶ καιροὺς, καὶ ἥμισυ καιροῦ," Εἶδε μὴ νενοηκότα τὸν μακάριον ∆ανιὴλ, ἀναλύσας εἰς ἡμέρας τὸν χρόνον, δῆλον αὐτῷ τὸ ἀγνοούμενον πεποίηκε, τοῖς δὲ ἄλλοις καὶ οὕτως ἀσαφῆ τὸν λόγον κατέλιπε. Βδέλυγμα δὲ ἐρημώσεως αὐτὸν καλεῖ τὸν Ἀντίχριστον· ἐναλλαγὴν δὲ τοῦ ἐνδελεχισμοῦ, τῆς ἐκκλησιαστικῆς λειτουργίας τὴν τάξιν, ὑπὸ τῆς ἐκείνου μανίας καὶ λύττης σκεδαννυμένην τε καὶ παυομένην. Τούτοις ἐπιφέρει ὁ θεῖος ἄγγελος· ιβʹ. "Μακάριος ὁ ὑπομένων, καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε." Αἰνίττεταί τε καὶ παραδηλοῖ ὡς, τούτου τὴν θεήλατον δεξαμένου πληγὴν, ἐπιμενεῖ μὲν ὁ μέγας Ἠλίας κηρύττων τὰς ὑπολοίπους πέντε καὶ τεσσαράκοντα, φανήσεται δὲ ὁ ∆εσπότης ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐρχόμενος, καὶ στεφανώσει τοὺς ἄσυλον τῆς ὑπομονῆς τὸ κτῆμα φυλάξαντας. Τοῦτο δὲ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησίν· "Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται." Καὶ ἐντεῦθεν δὲ ἔστι μαθεῖν ἀκριβῶς, ὡς οὐδὲν τούτων ἁρμόττει τῷ Ἀντιόχῳ. Ἐπ' ἐκείνου μὲν γὰρ δισχιλίας τριακοσίας ἡμέρας ἔφη, ἐπὶ δὲ τοῦ Ἀντιχρίστου χιλίας διακοσίας ἐννενήκοντα κρατήσειν τὴν συμφοράν· ὥστε καὶ τοῦ χρόνου τὴν διαφορὰν μαρτυρεῖν τῇ τῶν προσώπων καὶ τῶν πραγμάτων διαφορᾷ. ιγʹ. "Καὶ σὺ, φησὶ, δεῦρο καὶ ἀναπαύου." Καιρὸς, φησὶν, τοῦ δέξασθαί σε τοῦ βίου τὸ