1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

40

διὰ τούτων ἀπολαύειν τοῦ οἴνου προσέταξεν. Ἔπειτα τῆς ἀσε βείας τὸ ἔσχατον ὑποδεικνὺς ὁ προφήτης ἐπήγαγε· δʹ. "Καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀρ γυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους." Κραιπαλῶν γὰρ ὁ παμμίαρος, καὶ τοῖς θείοις σκεύεσιν ἐντρυφῶν, λήθην μὲν ἔσχε τοῦ τῶν ἁπάντων ∆εσπότου, ὕμνοις δὲ τοὺς οὐκ ὄντας ἐγέραιρε θεοὺς, ἐξ ὕλης ἀψύχου πεποιημένους, καὶ οὐδὲ ἀπὸ τῆς τέχνης τὸ ἐνεργεῖν ἠρανισμένους· μό νην δὲ μορφὴν δεξαμένους ἐνεργείας ἐστερημένην. Ἀλλ' οὐκ ἠνέσχετο τῶν ὅλων ὁ Πρύτανις, τῇ μακρο θυμίᾳ, καὶ τοὺς τηνικάδε ἀνθρώπους, καὶ τοὺς μετ' ἐκείνους λυμήνασθαι· παραυτίκα δὲ τὴν οἰκείαν δείκνυσιν δύναμιν. εʹ. "Ἐν αὐτῇ γὰρ, φησὶ, τῇ ὥρᾳ ἐξῆλθον ἀστρά γαλοι χειρὸς ἀνθρώπου, καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος, ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης." Ἐπειδὴ γὰρ τὰ ἐνερ γείας ἁπάσης ἐστερημένα ὕμνησεν εἴδωλα, καὶ τοῦ τῶν ἁπάντων Θεοῦ κατεφρόνησε, διδάσκει αὐτὸν ὁ τῶν ὅλων ∆ημιουργὸς τῆς θείας αὑτοῦ φύσεως τὸ ἀόρατον καὶ ἀσώματον. Μόνους γὰρ αὐτῷ δακτύλους ὑποδείκνυσι γράφοντας, παιδεύων αὐτὸν, ὡς οὐδ' ἂν τούτους ἐθεάσατο, εἰ μὴ παρέσχεν αὐτὸς τῆς χρείας τὴν ἀφορμήν· μεγίστην δὲ καὶ οἱ σύσσιτοι ἐντεῦθεν ὠφέλειαν ἐλάμβανον, διδασκόμενοι τοῦ μὲν Θεοῦ πρὸς τῷ ἀσωμάτῳ καὶ ἀοράτῳ, τὸ δυνατόν· τῶν δὲ ὑπ' αὐτῶν ὑμνηθέντων θεῶν, πρὸς τῷ ὑλικῷ καὶ ἀψύχῳ, τὸ παντελῶς ἀδρανές τε καὶ ἀσθενές. Ὅτι δὲ πολὺ δέος ἅπασιν ἐνειργάσατο τοῦτο τὸ θαῦμα, ὁ προφήτης μεμαρτύρηκεν, οὕτως εἰπών· ʹ. "Τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάραξαν αὐτὸν, καὶ οἱ σύν δεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ τοῦτο τούτῳ συνεκρούοντο." Εἰ δὲ δακτύ λων γραφόντων θεωρία οὕτως ἐξεδειμάτωσε τὸν 81.1381 τὴν μεγίστην διέποντα βασιλείαν, ὡς καὶ τῶν ἄρ θρων τὰς ἁρμονίας ὑπὸ τοῦ δέους διαλυθῆναι, τρόμον τε καὶ κλόνον ὑπομεῖναι τὰ μέλη, τί οὐκ ἂν ὑπ έμενεν ὁ θεομισὴς, πρηστῆρας ἢ κεραυνοὺς θεασά μενος, ἢ ἀγγέλους βλοσυρὸν βλέποντας, καὶ τῷ καινοπρεπεῖ τῶν σχημάτων δεδιττομένους. Τούτων γὰρ τὴν θέαν οὐδὲ ὁ μέγας ∆ανιὴλ ἀδεῶς ἐνεγκεῖν ἠδυνήθη. Ἀληθῶς, "Τί ὑπερηφανεύεται γῆ καὶ σποδός;" Τοσούτου τοίνυν δέους ἀναπλησθεὶς, ζʹ. "Ἐφώνησεν ἐν ἰσχύϊ τοῦ εἰσαγαγεῖν μάγους, Χαλδαίους, Γαζαρηνούς." Ὁ γὰρ φόβος εἰργάζετο τὴν βοὴν, καὶ τῆς ψυχῆς ὁ θόρυβος μαθεῖν κατήπειγε τὴν ἀπόφασιν. Εἶτα προτίθησιν ἆθλον τῷ τὴν γρα φὴν ἀναγινώσκοντι καὶ τὴν ἑρμηνείαν ἐπάγοντι, ἐσθῆτα βασιλικὴν, καὶ χρυσοῦν περιδέῤῥαιον, καὶ τὸ τὴν τρίτην τάξιν ἔχειν μετὰ τὸν βασιλέα. Ἀλλὰ τῶν μὲν μάγων καὶ Χαλδαίων τὸ ἄθεον ἐξηλέγχετο· εὑρεῖν γὰρ οὐκ ἴσχυον τὴν τῶν θείων γραμμάτων ἀνάγνωσιν, καὶ ταῦτα ἄθλου τοσούτου προκειμένου, καὶ λίαν αὐτοὺς προτρέποντος. θʹ. "Ὁ δὲ βασιλεὺς Βαλτάσαρ ἐταράχθη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐπ' αὐτῷ, καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράττοντο." Ἐντεῦθεν δῆλον, ὅτι τῆς τῶν ἄλλων ὠφελείας προμηθούμενος ὁ ∆εσπότης, οὐκ εὐθὺς τοῦ βασιλέως ἀφείλετο τὴν ζωήν· ἀλλὰ πρῶτον μὲν ὑπέδειξε τοῦ γράφοντος τοὺς δακτύλους. Τούτῳ δὲ καταπλήξας καὶ δέος ἐντεθεικὼς, παρ εσκεύασε μὲν κληθῆναι τοὺς σοφοὺς τῶν Χαλδαίων, ἐξήλεγξε δὲ αὐτῶν τὸ ψευδές τε καὶ ἀσθενὲς, ἐν χρείᾳ δὲ τῆς τοῦ ∆ανιὴλ σοφίας κατέστησεν, ἵνα διὰ τῆς τούτου γλώττης, καὶ τοῦτον ἐλέγξῃ, καὶ τοὺς ἄλλους εὐεργετήσῃ, καὶ τούτων οὕτω γενομέ νων, τηνικαῦτα τὴν τιμωρίαν ἐπαγάγῃ τῷ δυσσεβεῖ βασιλεῖ. Ταραττομένων τοίνυν καὶ τοῦ βασιλέως, καὶ τῶν δαιτυμόνων, ιʹ. "Ἡ βασίλισσα κατέναντι τῶν λόγων τοῦ βασιλέως, καὶ τῶν μεγιστάνων αὐτοῦ, εἰς τὸν οἶκον τοῦ πότου εἰσῆλθε." Τουτέστι, βουλευομένων αὐ τῶν τί πρακτέον, καὶ ἄλλων ἄλλα εἰσηγουμένων, ἃ τὸ δέος ἠνάγκαζεν, ἡ βασίλισσα εἰσελήλυθε. ∆οκεῖ δέ μοι αὐτὴ μήτηρ αὐτοῦ εἶναι· αἱ γὰρ παρά κοιτοι σὺν ταῖς παλλακίσι τοῦ δείπνου μετεῖχον· ἔπινον γὰρ ἐν τοῖς σκεύεσι τοῖς χρυσοῖς καὶ ἀργυ ροῖς, αὐτὸς καὶ οἱ μεγιστᾶνες