1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

39

ΚΕΦΑΛΑΙΟΝ Εʹ. Ναβουχοδονόσορ, Εὐϊλὰδ Μαροδὰχ, Βαλτάσαρ. αʹ. "Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὑτοῦ." Οὗτος υἱὸς μέν ἐστι τοῦ Ναβουχοδονόσορ, οὐκ εὐθὺς δὲ αὐτὸν διεδέξατο· ὁ γὰρ Εὐϊλὰδ Μαροδὰχ ἀδελφὸς αὐτοῦ ὢν πρεσβύτερος ἐβασίλευσε, καὶ τοῦτο ἡ τῶν Βασιλειῶν ἡμᾶς ἱστορία διδάσκει, καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, οὑτωσὶ λέγων· "Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀπῳκισθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ, καὶ ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς, ἔλαβεν Εὐϊλὰδ Μαροδὰχ, βα σιλεὺς Βαβυλῶνος, ἐν ᾧ ἐνιαυτῷ ἐβασίλευσε, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως Ἰούδα, καὶ ἐξήγαγεν 81.1377 αὐτὸν ἐξ οἴκου, οὗ ἐφυλάττετο, καὶ ἐλάλησεν αὐτῷ χρηστὰ, καὶ ἔδωκεν αὐτῷ τὸν δίφρον ἐπάνω τῶν θρό νων τῶν βασιλέων τῶν μετ' αὐτοῦ ἐν Βαβυλῶνι, καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιε διαπαντὸς ἄρτον κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἔζησεν." Ἰωακεὶμ δὲ οὗτός ἐστιν ὁ καὶ Ἰεχωνίας· Ἰωακεὶμ γὰρ τὸν τούτου πατέρα, τὸν καὶ Ἐλιακεὶμ, ἐφ' οὗ ὁ μακάριος ᾐχμαλωτεύθη ∆α νιὴλ, ἐν τῇ Ἱερουσαλὴμ ἀνελὼν ὁ Ναβουχοδονόσορ, ἔῤῥιψεν ἔξω τοῦ τείχους, ὡς ἡ θεία διδάσκει Γραφή. Μετὰ τὸν Ναβουχοδονόσορ τοίνυν Εὐϊλὰδ Μαροδὰχ βασιλεύει· μετὰ δὲ τοῦτον ὁ Βαλτάσαρ. Καταλέλοιπε δὲ τούτου τὴν μνήμην ὁ θειότατος ∆ανιὴλ, ἐπειδὴ οὐχ ἱστορίαν ἁπλῶς, ἀλλὰ προφητείαν συγγράφει· οὗ χάριν οὐδὲ ἅπαντα τὰ ὑπὸ τοῦ Ναβουχοδονόσορ γε γενημένα συνέγραψεν, ἀλλ' ἐκεῖνα μόνον, ὧν ἀναγ καία ἦν διὰ τὴν ὠφέλειαν ἡ μνήμη. Ἐπειδὴ τοίνυν καὶ ἐπὶ τοῦ Βαλτάσαρ μέγιστον ἔδειξεν ὁ Θεὸς θαῦμα, καὶ ἱκανὸν, οὐ μόνον τοῖς τηνικάδε ἀνθρώ ποις, ἀλλὰ καὶ τοῖς ὕστερον ποτὲ γενομένοις, εὐλά βειαν ἐνθεῖναι καὶ δέος, καὶ πρὸς εὐσέβειαν ποδ ηγῆσαι, οὐκ ᾠήθη δίκαιον τοσαύτην εὐεργεσίαν κατα κρύψαι σιγῇ, ὅσιον δὲ ποιεῖν νενόμικεν ἀνάγραφον αὐτὸ, καὶ πᾶσιν ὑπόμνημα διδασκαλίας καταλιπεῖν. ∆ιό φησιν· "Βαλτάσαρ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὑτοῦ χιλίοις, καὶ ἔναντι τῶν χιλίων ὁ οἶνος." Τουτέστι, τοῖς χιλίοις ἀρκῶν, πρὸς τὸν τοσοῦτον ἀριθμὸν ηὐτρεπισμένος. βʹ. "Πίνων δὲ, φησὶν, ὁ Βαλτάσαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ, ὁ πατὴρ αὐτοῦ, ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλήμ· καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ παράκοιτοι αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ." ∆ιδάσκει δὲ ἡμᾶς διὰ τούτων ὁ προφήτης, οὐ μόνον τὴν τῆς ἀσεβείας ὑπερβολὴν, ἀλλὰ καὶ τὴν ἐκ τῆς ἀμετρίας τοῦ οἴνου γενομένην βλάβην. "Πίνων γὰρ, φησὶν, ὁ βασιλεὺς εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ." Κατ έχωσε γὰρ ἡ μέθη τὸν λογισμὸν, καὶ ἡ ἀκρασία τὴν κατὰ τοῦ Θεοῦ μανίαν ἐγέννησε· καὶ τὰ ἀφιερωμένα τῇ τοῦ Θεοῦ θεραπείᾳ σκεύη, ἃ Ναβουχοδονόσορ, ὁ πατὴρ αὐτοῦ, ἔλαβε μὲν, τοῦ Θεοῦ προδεδωκότος, ἐτίμησε δὲ ὡς ἐνόμισε, καὶ τῆς τῶν ἀνθρώπων ἠλευθέρωσε χρή σεως, τούτοις ὡς κοινοῖς οὗτος ἐτόλμησε χρήσασθαι· οὐ γὰρ εἶπε μόνον, ἀλλὰ καὶ τὸ ἔργον τοῖς λόγοις ἐπέθηκεν. γʹ. "Ἠνέχθησαν γὰρ, φησὶ, τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ τοῦ ἐν Ἱερουσαλήμ." Καλῶς δὲ τὴν τῆς ἀτοπίας ἔδειξεν ὑπερβολὴν, πρὸς τῷ ναῷ 81.1380 καὶ τοῦ Θεοῦ μνημονεύσας, καὶ τοῦ ναοῦ δὲ δεικνὺς τὸ ἐπίσημον, τὴν τῆς Ἱερουσαλὴμ προσ ηγορίαν προστέθεικε. Ταῦτα γὰρ, φησὶ, τὰ σκεύη οὐ τισὶ τῶν δοκούντων, καὶ ὄνομα μόνον ἐχόντων, ἀνέ κειντο θεῶν, ἀλλ' αὐτῷ τῷ ἐπὶ πάντων Θεῷ, ὃς τήν τε Ἱερουσαλὴμ ἐξελέξατο, καὶ τὸν ἐν αὐτῇ νεὼν τῆς οἰκείας ἐπλήρωσε δόξης. Ἀλλὰ ταῦτα τὰ ἄψαυ στα, καὶ τῷ Θεῷ τῶν ὅλων ἀνακείμενα, οὐχ ὡς δεο μένῳ, ἀλλ' ὡς ἀποδεχομένῳ τῶν προσφερόντων τὸ εὔγνωμον, ὁ δυσσεβὴς βασιλεὺς εἰς μέσον ἐνεγκὼν, ἔπινεν ἐν αὐτοῖς· οὐ μόνον δὲ αὐτὸς, ἀλλὰ καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ παράκοιτοι αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ ἔπινον οἶνον· τουτέστι, μέθης ἐποίη σεν ὄργανα τῆς θείας λειτουργίας τὰ ὄργανα, καὶ τὰς τῆς ἀκολασίας αὐτὸν ἐμφορούσας