1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

78

ἐμοῦ δὲ, φησὶν, ἀφ ικομένου πρὸς σὲ ἐπὶ τῷ σε προδιδάξαι τὰ μετ' οὐ πολὺν χρόνον συμβησόμενα τῷ λαῷ σου, ἐπέμει νεν ὁ Μιχαὴλ τῷ ἄρχοντι βασιλείας Περσῶν διαλεγόμενος. Καὶ οὐχ ἁπλῶς εἶπε τῷ ἄρχοντι Περ 81.1500 σῶν, ἀλλὰ "τῷ ἄρχοντι βασιλείας Περσῶν," ἀντὶ τοῦ, καὶ αὐτοῦ τοῦ βασιλέως Περσῶν ἄρχειν πε πιστευμένῳ. ιεʹ. "Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ κατὰ τοὺς λόγους τούτους, ἔδωκα τὸ πρόσωπόν μου εἰς τὴν γῆν, καὶ κατενύγην." Ἀκούσας γὰρ, ὅτι καὶ τῶν ἀγγέλων οἱ πρῶτοι δυσχεραίνουσι τὴν γινομένην εἰς τὸν λαὸν κηδεμονίαν, ἀθυμίας πάλιν ἀναπλη σθεὶς συγκεκυφὼς εἱστήκειν, καὶ ἀναβλέπειν οὐ δυνάμενος. ιʹ, ιζʹ. "Καὶ ἰδοὺ ὡς ὁμοίωσις Υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου, καὶ ἐλάλησα, καὶ εἶπον πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε, ἐν τῇ ὁρά σει σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοὶ, καὶ ἰδοὺ οὐκ ἔχω ἰσχύν. Καὶ πῶς δυνήσεται, Κύριε, ὁ παῖς σου λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου; Καὶ ἐγὼ ἠσθένησα, καὶ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχὺς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί." Θεα σάμενός με, φησὶ, πάλιν ἀγωνίας ἀνάπλεων, οἷόν τινι ἀνθρωπείᾳ χειρὶ τῶν χειλέων μου ἁψάμενος, ἐντέθεικέ μοι διαλέξεως δύναμιν, καὶ εἶπον αὐτῷ, ὅτι Καὶ μόνη σου ἡ θεωρία δυνάμεως μὲν ἁπάσης ἔρημόν με κατέστησε, θορύβου τε καὶ ταραχῆς τὴν ψυχὴν ἀνέπλησε, καὶ τῆς προτέρας εὐταξίας τὸν λογισμὸν ἐγύμνωσεν. Τοσαύτην γὰρ ἀσθένειαν ἐκ τοῦ δέους ἐδεξάμην, ὡς μηδὲ συνήθως ἀναπνεῖν δύνασθαι τὸν ἀέρα· πῶς οὖν δυνήσομαι, ἢ συνιέναι τῶν ὑπὸ σοῦ λεγομένων, ἢ ἀπόκρισιν τὴν ἁρμότ τουσαν ἀντιδοῦναι; Μηδεὶς δὲ νομιζέτω, τὸν ὀφθέντα αὐτὸν εἶναι τὸν ∆εσπότην, ἐπειδὴ Κύριον αὐτὸν ὁ ∆ανιὴλ προσαγορεύει. Οὗτος γὰρ αὐτὸς ἐν τῷ τέλει τῆς ὀπτασίας· "Ἀνατείνας, φησὶν, εἰς τὸν οὐρανὸν τὰς χεῖρας αὑτοῦ, ὤμοσεν ἐν τῷ ζῶντι Κυρίῳ," τὴν δουλείαν εὐγνωμόνως ὁμολογῶν. Κύριον τοίνυν αὐτὸν ἀποκαλεῖ, οὐχ ὡς Θεὸν, ἀλλὰ τιμὴν ἀπο νέμων τὴν προσήκουσαν. Καὶ γὰρ ἡμεῖς τοῖς ἐντι μοτέροις τῶν ἀνθρώπων διαλεγόμενοι, τούτῳ κεχρῆ σθαι εἰώθαμεν τῷ προσρήματι, ὥσπερ καὶ ὁ μακάριος Ἀβραὰμ τοὺς ἀγγέλους ὡς ἄνδρας θεασάμενος, καὶ ὡς ἀνδράσι διαλεγόμενος· "∆έομαι, Κύριε, εἶπεν, εἰ ἄρα ηὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου." Καὶ ἡ μακαρία Ῥεβέκκα τῷ οἰκέτῃ τοῦ μακαρίου Ἀβραάμ· "Πίε, φησὶ, κύριε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι." Οὐκοῦν καὶ ἐνταῦθα τὸ Κύριος οὐ τὸν τῶν ὅλων σημαίνει Θεόν· καὶ τοῦτο σαφέστερον ἐκ τοῦ τέλους γνωρισόμεθα, τέως δὲ τῆς ἀκολουθίας ἐχώμεθα. ιηʹ, ιθʹ. "Καὶ προσέθετο, φησὶ, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέ με, καὶ εἶπέ μοι· Μὴ φοβοῦ, ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι, ἀνδρίζου, καὶ ἴσχυε." Ἀντὶ τοῦ· Μηδὲν ἀγωνιάσῃς· οὐ γὰρ ἐπὶ λύμῃ σου παρεγενόμην, ἀλλ' ὥστε γνωρίσαι σοι, 81.1501 ἃ μαθεῖν ἐπεθύμησας· τὸ δέος τοίνυν ἀποῤῥίψας ἀν δρίζου, καὶ ἴσχυε. Καὶ τῷ λόγῳ τὸ ἔργον ἐπηκο λούθησε. κʹ, καʹ. "Καὶ ἐν τῷ λαλῆσαι, φησὶν, αὐτὸν μετ' ἐμοῦ, ἐνίσχυσα, καὶ εἶπον· Λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με. Καὶ εἶπεν· Εἰ οἶδας τί ἦλθον πρὸς σέ; Καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ τεταγμένον ἐν Γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν." Τί δήποτε γὰρ, φησὶν, ἕνα ἢ δύο λέγω, τόν τε Περσῶν ἄρχοντα, ἢ τῶν Ἑλ λήνων; Οὐδεὶς γὰρ τῶν ἐπουρανίων δυνάμεων βού λεταί τινος ἀγαθοῦ τὸν ὑμέτερον τυχεῖν λαὸν, διὰ τὴν πολλὴν δηλονότι παρανομίαν, ἢ μόνος Μιχαὴλ, ὃς τὴν ὑμετέραν ἐνεχειρίσθη κηδεμονίαν. Τὸ δὲ πολεμῆσαι, ἀντὶ τοῦ, διαλεχθῆναι, καὶ πεῖσαι τέθεικεν, δεῖξαι βουλόμενος τήν τε ἐκείνου δικαίαν κατὰ τοῦ λαοῦ ἀγανάκτησιν, καὶ τὴν αὑτοῦ περὶ τὸν λαὸν εὔνοιαν. Εἰκὸς δὲ τὸν διαλεγόμενον εἶναι τὸν ἅγιον Γαβριήλ· οὗτος γὰρ αὐτῷ καὶ ἤδη τὰς ἄλλας ἀποκαλύψεις ἡρμήνευσε.