1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

86

τῶν υἱέων αὐτοῦ ἐσόμενα προ λέγει· λδʹ. "Καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθήσονται βοήθειαν μικράν." Τῆς γὰρ θείας χάριτος ἀπολαύ σουσι, καὶ τέως τῶν πολεμούντων περιγενήσονται· οὐ μὴν εἰρήνης καὶ πολέμων ἀπαλλαγῆς ἐν ταῖς τού των ἀπολαύσουσιν ἡμέραις. ∆ιὸ βοήθειαν μι κρὰν τὰς γενομένας ἐν μέσῳ τῶν πολέμων ἀνακωχὰς προσηγόρευσε. "Καὶ προστεθήσονται, φησὶ, πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι." Ταύτην γὰρ, φησὶ, τὴν ἀνδραγαθίαν ὁρῶντες, καὶ τῶν ὀλισθησάντων πολλοὶ καὶ τὴν εὐσέβειαν ἀρνηθέντων, μεταμελείᾳ χρησάμενοι, πρὸς αὐτοὺς δραμοῦνται λεʹ. "Καὶ ἀπὸ τῶν συνιέντων, φησὶν, ἀσθενήσουσι πολλοί." Καὶ τῶν εὐσεβεῖν δοκούντων εἰς τοὐναντίον τραπήσονται. "Τοῦ πυρῶσαι, φησὶν, ἐν αὐτοῖς, καὶ τοῦ ἐκλέξασθαι, καὶ ἐκλευκᾶναι ἕως καιροῦ πέρας· διότι ἔτι εἰς καιρόν." Οὐδὲ ταῦτα, φησὶ, βλάψει τοὺς ἐσομένους ἀνθρώπους· διδαχθήσονται γὰρ ἐντεῦθεν τοῖς προτέροις μὴ θαῤῥεῖν κατορθώμα σιν, ἀλλ' ἀεὶ δεδοικέναι καὶ τρέμειν, κατὰ τὴν τοῦ μακαρίου Παύλου παραίνεσιν· "Ὁ δοκῶν γὰρ, φη σὶν, ἑστάναι, βλεπέτω μὴ πέσῃ." Αἱ γὰρ τῶν και ρῶν μεταβολαὶ οἱονεὶ πυροῦσι, καὶ δοκιμάζουσι, καὶ ἀποκρίνουσι τοῦ δοκίμου τὸ κίβδηλον· οὐ μὴν δὲ ἀλλὰ καὶ ἐκλευκαίνουσιν οἱονεὶ ἔριον, καὶ δοκιμά ζουσιν, εἴτε φυσικὴν, εἴτε ἐπείσακτον ἔχει τὴν χροιὰν, καὶ εἴτε ὅλον διόλου ἐμπεφυκὸς τὸ χρῶμα, εἴτε τῇ ἐπιφανείᾳ ἐπικείμενον μόνῃ. Ταῦτα μὲν, φησὶ, κατὰ τὸν παρόντα βίον μερικῶς γίνεται· ἐν δὲ τῷ μέλλοντι χρόνῳ ἡ καθόλου τῶν ἀνθρώπων ἐξ έτασις ἔσται. Ταῦτα περὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς εἰρηκὼς, μεταβαίνει λοιπὸν ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ ἀρχέ τυπον· ἀρχέτυπον δὲ τοῦ Ἀντιόχου ὁ ἀντίχριστος, καὶ τοῦ Ἀντιχρίστου εἰκὼν ὁ Ἀντίοχος. Ὥσπερ γὰρἐκεῖνος ἀσεβεῖν ἠνάγκαζεν Ἰουδαίους, καὶ πολιτεύε σθαι παρανόμως· οὕτως ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ὑπεραιρόμενος καὶ ὑπερυψού μενος ὑπὲρ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ᾗ φησιν ὁ μακάριος Παῦλος, ὥστε αὐτὸν καὶ εἰς τὸν ναὸν τοῦ Θεοῦ εἰσελθόντα καθίσαι, ἀποδεικνύοντα ἑαυτὸν, ὅτι ἔστι Θεὸς, ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους· οὕτως οὗτος πάντα εἰς ἀπάτην τῶν εὐσε 81.1525 βῶν διαπράξεται, νῦν μὲν ταῖς ἀπατηλαῖς θαυμα τουργίαις ἐξαπατᾷν καὶ φενακίζειν πειρώμενος, νῦν δὲ τῇ δυναστέιᾳ χρώμενος, καὶ πᾶν εἶδος τιμωρίας ἐπιφέρων τοῖς τῆς εὐσεβείας τροφίμοις. Εἰ δέ τις ἀκολουθίαν τῆς προφητείας ἐπιζητῶν μὴ πιστεύει ταῦθ' οὕτως ἔχειν, εἰς νοῦν τὴν εὐαγγελικὴν διδασκα λίαν λαβέτω· καὶ γὰρ ἐκεῖ κατὰ ταυτὸν ὁ Κύριος τὰ περὶ τῆς κοινῆς συντελείας προλέγει, καὶ τὰ περὶ τῆς συντελείας τῆς Ἱερουσαλήμ· εἰρηκὼς γάρ· "Προσεύχεσθε ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ ἐν Σαββάτῳ" (τοῦτο δὲ Ἰουδαίοις μό νοις ἁρμόττει)· εὐθὺς ἐπήγαγεν· "Ἔσται γὰρ θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γενήσεται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι." Καὶ δεικνὺς ὡς οὐδὲν τούτων Ἰουδαίοις προσήκει, ἐπήγα γεν· "Τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ, ὧδε ὁ Χριστὸς, ἢ ἐκεῖ, μὴ πιστεύσητε." Καὶ προειρηκὼς περὶ τῶν ψευ δοχρίστων ὀλίγα, ἐπάγει· "Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου." Καὶ τὰ ἄλλα δὲ πάντα ὁμοίως, ἵνα μὴ καθ' ἕκαστον λέγω. Ἐντεῦθεν τοίνυν ποδηγούμενοι, καὶ τὴν προ φητείαν νοήσομεν, μεταβᾶσαν μὲν ἀπὸ τοῦ Ἀντιόχου ἐπὶ τὸν Ἀντίχριστον, ὡς ἀπὸ εἰκόνος ἐπὶ ἀρχέτυ πον, σαφῶς δὲ ἡμᾶς τὰ κατ' ἐκεῖνον προδιδάσκουσαν. λʹ. "Ποιήσει γὰρ, φησὶ, κατὰ τὸ θέλημα αὑτοῦ ὁ βασιλεὺς, καὶ ὑψωθήσεται, καὶ μεγαλυνθήσεται, ἐπὶ πάντα Θεὸν, καὶ ἐπὶ τὸν Θεὸν τῶν θεῶν, καὶ λα λήσει ὑπέρογκα, καὶ κατευθυνεῖ." Ἀντὶ τοῦ, εὐοδω θήσεται, ἀλλ' οὐκ εἰς τέλος. "Μέχρι γὰρ τοῦ συν τελεσθῆναι τὴν ὀργήν." Ἕως ἂν σφόδρα, φησὶ, τὴν θείαν ὀργὴν ἐκκαύσῃ, καὶ ταύτην ἐπισπάσηται. Ὀρ γὴν δὲ τὴν τιμωρίαν καλεῖ· ἀπαθὲς γὰρ τὸ Θεῖον. "Εἰς γὰρ συντέλειαν, φησὶ, καὶ σπουδὴν γίνεται." Καὶ γὰρ οὗτος, φησὶ, προγινώσκων τὸ ἑαυτοῦ τέ λος, πολλῇ