1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

51

ἑαυτοὺς ἅπαντας εἷλκον τοὺς ὑπ ηκόους· μεταβάσης δὲ τῆς βασιλείας εἰς Πέρσας, μετ έβη παραυτίκα καὶ τῶν ὑπηκόων πρὸς ἐκείνους ὁ δρόμος. Μακεδόνων δὲ πάλιν τὰ σκῆπτρα λαβόντων, ἀφέντες ἅπαντες ἐκείνους οἷς ὑπήκουον πρότερον, τούτοις προσέφερον τὸν συνήθη δασμόν. Ἐπειδὴ δὲ Ῥωμαῖοι τὸ κατὰ πάντων ἀνεδήσαντο κράτος, εἰς τὴν ἑσπέραν συντρέχουσιν ἅπαντες, Μακεδόνων οὐ δένα ποιούμενοι λόγον· τοῖς γὰρ ὑπηκόοις καὶ αὐτοὶ συνηρίθμηνται. Εἰκότως τοίνυν τὰς τῶν πραγμάτων μεταβολὰς ἀνέμοις ἀπείκασεν, οἳ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖσε τῆς θαλάττης ὠθοῦσι τὰ κύματα. Τούτου δὲ χάριν καὶ τῶν τεσσάρων ἐμνημόνευσεν ἀνέ μων, ἐπειδὴ καὶ τέσσαρες γεγόνασι βασιλειῶν δια δοχαί. ∆ιδάσκει δὲ ἡμᾶς, καὶ ὁποίαν πρὸς ἄλληλα εἶχε τὰ θηρία διαφοράν. δʹ. "Τὸ πρῶτον γὰρ, φησὶν, ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξ ετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ." Τὴν Ἀσσυρίων βασιλείαν, εἴτ' οὖν Χαλδαίων, αὐτὴ γὰρ πρώτη τοῦ πλείστου τῆς οἰ κουμένης ἐκράτησε, διὰ τῆς λεαίνης ᾐνίξατο· βασιλικὸν γὰρ τὸ ζῶον, καὶ "τὰ πτερὰ ἀετῷ ἐοικέναι" φησί· καὶ γὰρ τοῦτο τὸ ζῶον τῶν πτηνῶν ἁπάν των κρατεῖ. Ὥσπερ τοίνυν καὶ τῆς εἰκόνος ἐκείνης 81.1416 ὁ Ναβουχοδονόσορ τὴν κεφαλὴν ἔφη τεθεᾶσθαι χρυ σῆν· ἑρμηνεύων δὲ ὁ θειότατος ∆ανιὴλ ἔφη· "Ἡ κεφαλὴ ἡ χρυσῆ σὺ εἶ, βασιλεῦ·" οὕτω κἀνταῦθα τῶν θηρίων τὸ κράτιστον ἐπὶ τῆς πρώτης τέθεικε βασιλείας, οὐκ ἰσχὺν αὐτῇ πλείονα προσμαρτυρῶν, ἀλλ' ὡς πρώτην τιμιωτέραν ἀποφαίνων. Ἀλλ' ὅμως εἶδεν, ὡς "ἐξετίλη αὐτῆς τὰ πτερά·" τουτέστι, γυμνὴ τῶν ὑπηκόων ἁπάντων ἐγένετο, καὶ τῆς προ τέρας ἐστερήθη δυνάμεως. "Καὶ ἐξήρθη, φησὶ, ἀπὸ τῆς γῆς·" ἀντὶ τοῦ, βασιλεύειν ἐπαύσατο. "Καὶ ἐπὶ ποδῶν, φησὶν, ἀνθρώπου ἐστάθη." Ἴση, φησὶ, τοῖς ὑπηκόοις ἐγένετο. "Καὶ καρδία ἀνθρώ που ἐδόθη αὐτῇ." Μεμάθηκε, φησὶ, διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν, καὶ μὴ ὑπερβαίνειν τῇ φαντασίᾳ τῆς διανοίας τὰ μέτρα τῆς φύσεως· ἐπειδὴ γὰρ, ἡνίκα τὰ τῆς βασιλείας κατεῖχον πηδάλια, τύφον ἐνόσουν καὶ ἀλαζονείας ἀμετρίαν· διὸ καὶ ὁ μακά ριος Ἡσαΐας φησίν· "Ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων·" εἰ κότως καὶ τὴν τῶν πραγμάτων μεταβολὴν τῇ πείρᾳ μαθόντες καὶ τῆς εὐημερίας τὸ σφαλερὸν, ἀνθρώ πινα φρονοῦσι, καὶ ἑαυτοὺς γινώσκουσι, καὶ καρδίαν ἀνθρωπίνην ἐκτήσαντο. Οὕτω μὲν οὖν τὰ περὶ τοῦ πρώτου διηγήσατο θηρίου. Ἐπάγει δέ· εʹ. "Καὶ ἰδοὺ θηρίον ἕτερον ὅμοιον ἄρκτῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία πτερὰ ἐν τῷ στό ματι αὐτῆς ἀναμέσον τῶν ὀδόντων αὐτῆς, καὶ οὕτως ἔλεγον αὐτῇ· Ἀνάστα, φάγε σάρκας πολλάς." Τὴν Περσικὴν ἐνταῦθα βασιλείαν αἰνίττεται· ἄρκῳ δὲ αὐτὴν ἐοικέναι φησὶ, διὰ τὸ τῶν τιμωριῶν ὠμὸν καὶ ἀπηνές. Βαρβάρων γὰρ ἁπάντων ὠμότεροι περὶ τὰς τιμωρίας οἱ Πέρσαι, ἐκδοραῖς χρώμενοι, καὶ τῇ κατὰ μέρος τῶν μορίων ἐκτομῇ μακρὰς τὰς κολάσεις μη χανώμενοι, καὶ πικρὸν κατασκευάζοντες τοῖς κολα ζομένοις τὸν θάνατον. ∆ιὰ τοῦτο, φησὶ, καὶ ἔλεγον αὐτῇ· "Ἀνάστα, φάγε σάρκας πολλάς·" οὐκ ἐπι τρέποντες τοῦτο ποιεῖν, ἀλλὰ προλέγοντες τὰ ἐσό μενα, καὶ τὸ ὠμὸν καὶ ἀνήμερον προσμαρτυροῦντες. "Τρία δὲ, φησὶ, πτερὰ ἐν τῷ στόματι αὐτῆς." Τῶν τριῶν γὰρ τῆς οἰκουμένης τμημάτων ἐκράτησε, τοῦ ἑῴου, καὶ τοῦ βορείου, καὶ τοῦ νοτίου. Κῦρος μὲν γὰρ, ὁ πρῶτος Περσῶν βασιλεύσας, τὸ Ἑῷον ἅπαν μέχρι τοῦ Ἑλλησπόντου ὑφ' ἑαυτὸν ἐποιήσατο· Καμβύσης δὲ ὁ τούτου παῖς καὶ τὴν Αἴγυπτον ἐχει ρώσατο, καὶ Αἰθίοπας ὑπηκόους ἀπέφηνε· ∆αρεῖος δὲ ὁ τοῦ Ὑστάσπου, Σκυθῶν τῶν Νομάδων ἐκρά τησεν, οἳ τὸ βόρειον ἔλαχον μέρος τῆς οἰκουμένης οἰκεῖν. Ξέρξης δὲ ὁ ∆αρείου ἐπεχείρησε μὲν καὶ τὴν Εὐρώπην τοῖς ὑπηκόοις συνάψαι· ναυμαχίᾳ δὲ ἡτ τηθεὶς Ἀθηναίων, αἰσχρῶς ἀνέστρεψε, καὶ τὴν ἀπὸ τῆς ἀπληστίας τικτομένην ἔμαθε βλάβην. Τούτου χάριν φησί· "Τρία πτερὰ ἐν τῷ στόματι αὐτῆς·" 81.1417 ἔνια δὲ τῶν ἀντιγράφων πλευρὰ ἔχει· οὐδὲν δὲ δια φέρει. Εἴτε γὰρ τοῦτο, εἴτε ἐκεῖνο τεθείη, διδάσκει ὡς τὰ τρία τμήματα τῆς οἰκουμένης