1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

36

εἰσφέρει καὶ συμβουλὴν ἀρίστην, καὶ φάρμακον προσφέρει συμβαῖνον τῷ τραύματι. 81.1368 κδʹ. "∆ιὰ τοῦτο γὰρ, φησὶ, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύ ναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων." ∆ηλοῖ δὲ διὰ τούτων τὴν ἄπληστον ὠμό τητα ᾗ κατὰ τῶν ὑπηκόων ἐχρήσατο. Βούλει, φησὶ, φιλανθρωπίας ἀπολαῦσαι; ἐπίδειξαι ταύτην εἰς τοὺς τὴν αὐτὴν σοὶ φύσιν λαχόντας· οὕτω γὰρ πείσεις τὸν δικαστὴν σβέσαι τὴν ἀπειλὴν, καὶ καταλιπεῖν ἀτέλεστον. "Ἴσως γὰρ, φησὶν, ἔσται μακροθυμία τοῖς παραπτώμασί σου." Ὁ μὲν οὖν προφήτης ταύτην εἰσηγήσατο τὴν γνώμην· ὁ δὲ μείνας ἀτερά μων καὶ ἀκαμπὴς, ἐδέξατο τῆς παρανομίας τὰ ἐπί χειρα, καὶ ἅπερ ἤκουσεν ἀλγεινὰ, ταῦτα τοῖς ὀφθαλ μοῖς ἐθεάσατο. Εἶτα καὶ σημαίνει τῆς θείας μα κροθυμίας τὸν χρόνον· δυοκαίδεκα γὰρ διαδραμόν των μηνῶν, ἐδέξατο ἡ διὰ τῆς προῤῥήσεως ἀπειλὴ τῶν πραγμάτων τὸ τέλος. Καὶ τοσοῦτον χρόνον εἰς μεταμέλειαν εἰληφὼς, κακῶς τὴν τῆς μεταμελείας ἀνάλωσε προθεσμίαν. Πρὸς ὃν ὁ μακάριος εἴποι ἂν Παῦλος εἰκότως· "Ἢ τοῦ πλούτου τῆς χρηστό τητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ μακροθυμίας κατα φρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετά νοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν, καὶ τιμὴν, καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πει θομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή· θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν." Ταῦτα γὰρ συνέβη καὶ τῷ Ναβουχοδονόσορ, τῇ τοῦ Θεοῦ μακροθυμίᾳ εἰς δέον οὐ χρησαμένῳ. Καὶ τούτου μάρτυς αὐτὸς οὑτωσὶ λέγων· κʹ, κζʹ. "Καὶ μετὰ δώδεκα μῆνας, ἐν τῷ ναῷ τῆς βασιλείας αὑτοῦ ἐν Βαβυλῶνι περιπατῶν ἦν, καὶ ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ πάσης τῆς δό ξης αὑτοῦ, καὶ ἐπὶ τῶν πύργων αὑτοῦ διεπορεύετο. Καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν· Οὐκ αὐτή ἐστι Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας, ἐν κράτει τῆς ἰσχύος μου, εἰς τι μὴν τῆς δόξης μου;" Βλέπε τοῦ φρονήματος τὸν ὄγκον, βλέπε τὴν τῆς ἀλαζονείας ὑπερβολήν. Ἐγὼ γὰρ αὐτὴν, φησὶ, βασιλικὴν πόλιν ἐποιησάμην βασίλεια καταστησάμενος ἐν αὐτῇ, εἰς τιμὴν τῆς δόξης μου· ἐποίησα δὲ ταῦτα ἰσχὺν ἔχων μεγί στην, καὶ πάντων κεκρατηκώς. Ἀλλὰ μὴν φρυατ τόμενος καὶ βρενθυόμενος, τοιούτοις ἐχρήσατο τοῖς λόγοις· ὁ δὲ ∆εσπότης Θεὸς παραυτίκα τὴν τιμωρίαν ἐπήγαγεν. 81.1369 κηʹ. "Ἔτι γὰρ, φησὶ, τοῦ λόγου ὄντος ἐν τῷ στό ματι τοῦ βασιλέως, φωνὴ ἀπ' οὐρανοῦ ἐγένετο." Ἐπειδὴ γὰρ εἰς τὸν οὐρανὸν ἀνελθεῖν ὠνειροπόλη σεν, ἐκεῖθεν δέχεται τὴν ἀπόφασιν· καὶ ἐπειδὴ οὐκ ἀπέχρησεν αὐτῷ τὰ κάτω βασίλεια, ἀλλ' ἅμα καὶ τῶν ἄνω μανικῶς ἐπεθύμησεν, ἔρημος γίνεται καὶ τῶν κάτω· καὶ τὸν οὐρανὸν ἁρπάσαι θελήσας, καὶ τῆς γῆς ἐξελαύνεται. "Φωνὴ τοίνυν ἦλθεν ἀπ' οὐρανοῦ· Σοὶ, σοὶ λέγεται, Ναβουχοδονόσορ βασι λεῦ." Ὁ δὲ τῆς ἀντωνυμίας διπλασιασμὸς οὐχ ἁπλῶς πρόσκειται, ἀλλ' εἰς ἔλεγχον ἐναργέστερον τοῦ πρὸς ὃν ταῦτα λέγεται. Καλεῖ δὲ αὐτὸν ἔτι βασιλέα, καὶ τὴν παροῦσαν ἔτι δόξαν, καὶ τὴν ἐσομένην οὐκ εἰς μακρὰν ἀτιμίαν δεικνύς. "Ἡ βασιλεία σου, φησὶ, παρῆλθεν ἀπὸ σοῦ. (κθʹ.) Καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώξουσι, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σοὶ, ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐ τήν." Εἶτα δεικνὺς τὴν τῆς τιμωρίας ὀξύτητα, καὶ παραυτίκα, φησὶ, τῷ λόγῳ τὸ ἔργον ἐπηκο λούθησεν. λʹ. "Αὐτῇ, φησὶ, τῇ ὥρᾳ συνετελέσθη ὁ λόγος ἐπὶ Ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐδιώχθη." Ἐξεδιώχθη δὲ πρῶτον μὲν δι' αὐτὸ τὸ πάθος· μανίᾳ γὰρ παρεδόθη καὶ λύττῃ καὶ μυρία ἂν εἰργάσατο κακὰ, εἴπερ ἀδείας ἀπήλαυσεν· ἔπειτα δὲ καὶ διὰ τὴν ἀπέχθειαν, ἣν περὶ αὐτὸν ἅπαντες ἔχοντες, ἡνίκα μὲν ἔῤῥωτο, ἐπειρῶντο λανθάνειν,