1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

70

θείων συνήθως δω ρεῶν ἀπολαύειν, ἕως ἂν ἐκεῖνο τὸ ἀνόσιον καὶ φρι κῶδες τολμήσῃ τόλμημα, τὸν κατὰ τοῦ Σωτῆρός φημι σταυρὸν, ὃς Ἅγιος ἁγίων ὀνομαζόμενος, ἅτε δὴ ἁγιωσύνης ὑπάρχων πηγὴ, χρίεται μὲν κατὰ τὸ ἀνθρώπειον τῷ ἁγίῳ Πνεύματι, σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς προφητείας, πληρῶν ἅπαντα τὰ ὑπ' ἐκείνων προηγορευμένα, ἄφεσιν δὲ ἁμαρ τημάτων τοῖς εἰς αὐτὸν πεπιστευκόσι χαρίζεται. Εἶτα διδάσκει ὁ θεῖος ἀρχάγγελος, πόθεν ἄρξασθαι δεῖ τοῦ τῶν ἑβδομήκοντα ἑβδομάδων ἀριθμοῦ. κεʹ. "Καὶ γνώσῃ, φησὶ, καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομηθῆναι Ἱερουσαλὴμ, ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο." Τινὲς μὲν οὖν ὑπολαμ βάνουσι τὴν ἐπὶ Κύρου γενομένην τῆς οἰκοδομίας ἀρχὴν, ἀρχὴν εἶναι τοῦ τῶν ἑβδομάδων ἀριθμοῦ, τι νὲς δὲ ἀπὸ ἕκτου ἔτους τῆς βασιλείας ∆αρείου τοῦ Ὑστάσπου τοῦ ἀριθμοῦ ἄρχονται· τηνικαῦτα γὰρ τοῦ ναοῦ ἡ οἰκοδομὴ τέλος ἔλαβε τὸ προσῆκον, τῶν περιοίκων διὰ τὴν πρὸς Ἰουδαίους δυσμένειαν ἐμ ποδὼν τῇ οἰκοδομίᾳ ἐν τῷ μέσῳ χρόνῳ γεγενημένων, καὶ Καμβύσου δὲ τοῦ Κύρου υἱέως ὑπὸ τούτων ἐξ απατηθέντος καὶ τὴν οἰκοδομίαν κωλύσαντος. Ἀλλ' οὐδὲν τούτων ἔχει τὸ ἀληθές. Πρῶτον μὲν γὰρ πλειό νων ἐτῶν ἀριθμὸς, εἴ τις ἐντεῦθεν ἀριθμῆσαι θε λήσειεν, εὑρεθήσεται· ἔπειτα οὐκ ἔστιν εὑρεῖν ἐπ' ἄλλου ἐξάλειψιν ἁμαρτημάτων γεγενημένην, καὶ ἄφεσιν ἀδικημάτων, καὶ δικαιοσύνης αἰωνίου δόσιν, καὶ πλήρωσιν τῶν προφητικῶν θεσπισμάτων, καὶ Ἁγίου ἁγίων χρίσιν, ἢ ἐπὶ μόνου τοῦ ∆εσπότου Χρι 81.1476 στοῦ. Εἰ δ' οὕτως ταῦτα ἔχει, καὶ συνομολογοῦσιν οἱ τὸν ἀριθμὸν τῶν ἑβδομάδων οὕτω ποιεῖσθαι κε λεύοντες, κάτωθεν ἄνω τὰ τετρακόσια καὶ ἐννενή κοντα ἀριθμήτωσαν ἔτη. Εἰ γὰρ ἀπὸ τῆς ἐπιφανείας τῆς παρὰ τὸν Ἰορδάνην γεγενημένης, ὁπηνίκα τοῦ κηρύττειν τε καὶ διδάσκειν καὶ θαυματουργεῖν ὁ Σω τὴρ καὶ Κύριος ἡμῶν ἤρξατο, ἀρξάμενοι τοῦ ἀρι θμεῖν ἐπὶ τὰ ἄνω χωρήσαιμεν, οὐ μόνον οὐ μέχρι Κύρου, ἀλλ' οὐδὲ ἕως ∆αρείου τοῦτον εὑρήσομεν φθά νοντα τὸν ἀριθμὸν, ἀλλὰ τῷ εἰκοστῷ ἔτει τῆς Ἀρ ταξέρξου τοῦ Ξέρξου βασιλείας συμπληρούμενον, καθ' ὃν καιρὸν ὁ Νεεμίας, οἰνοχόος ὢν τοῦδε τοῦ βα σιλέως, ζῆλον λαβὼν, καὶ τὸν Θεὸν ἀντιβολήσας, καὶ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς, ἱκετεύει μὲν τὸν βασιλέα ἐπιτρέψαι αὐτῷ τὴν τῶν περιβόλων τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, τυχὼν δὲ εὐμενοῦς τοῦ βα σιλέως, καταλαμβάνει μὲν τὴν πατρίδα, σὺν πάσῃ δὲ προθυμίᾳ καὶ τὰ λείποντα τῷ θείῳ προστίθησι νεῷ· ἀνίστησι δὲ καὶ τὰ τῆς πόλεως τείχη, καὶ πύρ γοις πάντοθεν ὀχυρώσας ἐπιτίθησι τὰς πύλας, καὶ προτρέψας τοὺς ἱερέας, ἔρημον οὖσαν τῶν οἰκητόρων τὴν πόλιν, πλήρη τῶν ἐνοικούντων ποιεῖ. Τοῦτο καὶ ὁ θεῖος ἀρχάγγελος αἰνιττόμενος ἔφη· "Καὶ γνώσῃ, καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι, καὶ ἀνοικοδομηθῆναι Ἱερουσαλὴμ, ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξήκοντα δύο. Καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεῖα, καὶ περίτειχος, καὶ ἐκκαινωθήσονται οἱ καιροί." Ἀρξάμενος γὰρ, φησὶν, ἀριθμεῖν ἀπὸ τῆς οἰκοδο μίας τῆς πόλεως, ἀπολαβούσης μὲν τὰ οἰκεῖα τείχη, δεξαμένης δὲ πλῆθος τῶν οἰκητόρων, ὡς πλατεῖαν αὐτὴν γενέσθαι διὰ τὸ πλῆθος τῶν ἐνοικούντων, εὑ ρήσεις ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδας ἑπτὰ καὶ ἑβδομάδας ἑξήκοντα δύο. Χριστὸν δὲ ἡγούμενον αὐτὸν πάλιν ὠνόμασεν, ὃν Ἅγιον ἁγίων ἐκάλεσεν, ὡς ὁ μακάριος Πέτρος ἐν Ἰουδαίοις ἔφη δημηγορῶν· "Τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, λύσας τοῦ θανάτου τὰς ὠδῖ νας." Ἡγούμενος δὲ ἡμῶν ἐστι κατὰ τὸ ἀνθρώ πειον, ὡς πρωτότοκος πάσης κτίσεως, τῆς νέας δηλονότι· "Εἴ τις γὰρ, φησὶν, ἐν Χριστῷ, καινὴ κτίσις." Καὶ ὡς πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται, ᾗ φησιν ὁ Παῦλος, "ἐν πᾶσιν αὐτὸς πρω τεύων." Τούτου χάριν αὐτὸν καὶ ὁ ἅγιος Γαβριὴλ Χριστὸν ἡγούμενον προσηγόρευσεν. Ἕως τοίνυν αὐτοῦ ἀπὸ τῆς οἰκοδομίας τῆς Ἱερουσαλὴμ, "ἑβδο μάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο." Ἵνα δὲ μὴ μάτην ταῦτα ληρεῖν τινες ἡμᾶς ὑπολάβωσιν, φέρε καὶ