1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

59

καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς ἐπὶ τοῦ Οὐβὰλ, καὶ αὐτῷ κέ ρατα ὑψηλὰ, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ' ἐσχάτου." Τὴν Περσικὴν βασιλείαν κριῷ ἐοικυῖαν ὁρᾷ, ἅτε δὴ πλούτῳ κομῶσαν, καὶ πολλὴν περιουσίας ἔχουσαν ἀφθονίαν. ∆ύο κέρατα ἐν τῷ κριῷ θεωρεῖ, ἐπειδὴ πρῶτος μὲν αὐτῶν ἐβασίλευσε Κῦρος, μέχρι δὲ παί δων μόνον τὴν βασιλείαν παρέπεμψε· Καμβύσου γὰρ τοῦ υἱέως αὐτοῦ τελευτήσαντος, ὀλίγους μὲν μῆνας οἱ μάγοι κατέσχον τὴν βασιλείαν· παρέλαβε δὲ αὐτὴν μικρὸν ὕστερον ∆αρεῖος ὁ Ὑστάσπου, ὃς μέχρις ἐκγόνων καὶ ἀπογόνων τὴν βασιλείαν παρ έπεμψεν, ἕως ∆αρείου τοῦ τελευταίου, ὃν Ἀλέξαν δρος ὁ Μακεδὼν ἀνελὼν τὴν βασιλείαν παρέλαβε. Τὰ τοίνυν δύο γένη τῶν βασιλέων διὰ τῶν δύο κεράτων σημαίνεται· καὶ ἄμφω μὲν ὑψηλὰ θεωρεῖ, ὑψηλότερον δὲ τοῦ προτέρου τὸ δεύτερον. Ὡς γὰρ ἤδη προειρήκαμεν, πλείων ἐπὶ ∆αρείου καὶ Ξέρξου ἡ βασιλεία ἐγένετο. Ὁ μὲν γὰρ Κῦρος τόν τε Εὔ ξεινον Πόντον καὶ τὴν Ἀσίαν ἐχειρώσατο· ∆αρεῖος δὲ καὶ Σκύθας τοὺς Νομάδας τοῖς ὑπηκόοις συνέτα ξεν· ὁ δὲ Ξέρξης καὶ τῇ Εὐρώπῃ τῆς βασιλείας ἐπειράθη τὸν ζυγὸν ἐπιθεῖναι. Τούτου χάριν δύο κέρατα ἐν τῷ κριῷ θεωρεῖ, ἀλλὰ τὸ μὲν πρότερον, τὸ δὲ δεύτερον, καὶ τὸ δεύτερον ὑψηλότερον τοῦ προ τέρου. δʹ. "Καὶ εἶδον, φησὶ, τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ νότον." Τά τε γὰρ βόρεια, τά τε νότια, ὑπήκοα εἶχεν ἅπαντα, ὡσαύτως δὲ καὶ τὰ ἑσπέρια μέχρις αὐτῆς τῆς θαλάσσης· καὶ τῶν νήσων δὲ τὰς πλείστας δουλεύειν ἠνάγκασεν. Αὐτίκα τοίνυν τῷ Ξέρξῃ καὶ Κύπριοι, καὶ Ῥόδιοι, Σάμιοί τε καὶ Λέσβιοι, καὶ Χῖοι, καὶ αἱ Κυκλάδες ἅπασαι συνεμάχουν τὴν κατὰ τῆς Ἑλλάδος στρα τείαν ποιουμένῳ. Τούτου ἕνεκεν "Εἶδεν τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ νότον. Καὶ πάντα, φησὶ, τὰ θηρία οὐ στήσεται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ τῆς χειρὸς αὐτοῦ, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὑτοῦ, καὶ ἐμε γαλύνθη." Θηρία δὲ πάλιν τὰς ἄλλας βασιλείας καλεῖ τὰς μερικὰς, τὴν Σύρων, τὴν Κιλίκων, τὴν Ἀράβων, τὴν Αἰγυπτίων· θηρία δὲ αὐτὰς ὀνομά ζει, διὰ τὸ φοβερὰς εἶναι τοῖς ἀρχομένοις. Οὐδεμία τοίνυν, φησὶ, βασιλεία ἀντιστῆναι ἠδύνατο ἐκείνῃ τῇ βασιλείᾳ κερατιζούσῃ κατὰ νότον, καὶ βοῤῥᾶν, καὶ θάλασσαν, οὔτε οἷός τε ἦν τις ἀνθρώπων ἐκείνης τῆς δυναστείας ἐλεύθερον ἀποφῆναί τινα, ἀλλ' ἅπαν τὸ δοκοῦν εἰς πέρας ἦγε. εʹ. "Καὶ ἐγὼ, φησὶν, ἤμην συνιών." Ταῦτα, φησὶ, θεωρῶν ἐλογιζόμην παρ' ἐμαυτῷ, τὰ διὰ τού 81.1441 των σημαινόμενα εὑρεῖν ἐφιέμενος· ἐμοῦ δὲ πυνθα νομένου· "Ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ Λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς." Τισὶ δὲ τῶν ἀντι γράφων πρόσκειται καὶ τοῦτο· "Καὶ οὐκ ἦν ἁπτό μενος τῆς γῆς, καὶ τῷ τράγῳ ἐκείνῳ κέρας ἓν θεωρητὸν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ." Τὴν Μακεδονικὴν ἐνταῦθα βασιλείαν ἐσήμανεν τοῦ ἐν υπνίου τὸ αἴνιγμα· τράγον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ ταχὺ καὶ εὐκίνητον· τοῦ κριοῦ γὰρ ὀξύτερος ὁ τράγος. Ἀπὸ Λιβὸς δὲ αὐτὸν ἐληλυθέναι ἔφη· ἐπειδὴ πρότερον Αἴγυπτον χειρωσάμενος, οὕτως εἰς τὴν Περσῶν ἐλήλυθε χώραν. Ἐνίκησε μὲν γὰρ τὸν ∆αρεῖον ἐν τῇ Κιλικίᾳ, ἀλλ' ἐκεῖθεν τὴν Συρίαν, καὶ Φοινίκην, καὶ Παλαιστίνην διαδραμὼν, καὶ τὰς μὲν τῶν πόλεων ὁμολογίᾳ λαβὼν, τὰς δὲ βίᾳ ἑλὼν, εἰς τὴν Αἴγυπτον ὥρμησεν· εἶτα κἀκείνην τὴν βασι λείαν παραλαβὼν, τὴν Περσίδα καταλαμβάνει, καὶ τὴν μεγίστην αὐτῶν καταλύει βασιλείαν. Ἓν δὲ κέρας θεωρητὸν, τουτέστιν, ἐπίσημον καὶ περί βλεπτον, αὐτὸν καλεῖ τὸν Ἀλέξανδρον· ἀναμέσον δὲ τῶν ὀφθαλμῶν τοῦ τράγου φῦναι λέγει τὸ κέρας, διὰ τὸ ἀγχίνουν, καὶ συνετὸν, καὶ πυκνὸν τῶν τοῦ Ἀλεξάνδρου φρενῶν. ʹ, ζʹ. "Καὶ ἦλθε, φησὶν, ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, ὃν εἶδον ἑστῶτα ἐπὶ τοῦ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶδον αὐτὸν φθάσαντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ