1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

80

μανθάνομεν, ὡς ἐν τῷ τέλει τῆς Ῥω μαϊκῆς βασιλείας δέκα κατ' αὐτὸν ἀναστήσονται βασιλεῖς, πολλὰ κατ' ἀλλήλων ἐργαζόμενοι κακὰ, καὶ τὰς ἀλλήλων καταγωνιζόμενοι βασιλείας, ὃν τρόπον οἱ Μακεδόνες διετέλουν ποιοῦντες· καὶ 81.1505 ὅτι τούτων οὕτω γινομένων, φανήσεται ὁ ἄν θρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, τουτ έστιν ὁ Ἀντίχριστος. Ἐπειδὴ τοίνυν ἔοικε τῆς Ῥωμαίων βασιλείας τὰ τέλη τῇ διαιρέσει τῆς Μακε δονικῆς βασιλείας, τὰ ὑπὸ τούτων κἀκείνων γενη σόμενα κατὰ ταὐτὸν ὁ μακάριος διδάσκεται ∆α νιήλ. Τινὰ μὲν γὰρ τῶν ῥηθησομένων τοῖς Μακεδό σιν ἁρμόττει, τινὰ δὲ τοῖς ἐσομένοις δέκα κέρασι, καὶ τῷ μεταξὺ αὐτῶν βλαστήσαντι. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, ἐξ αὐτῆς μαθησόμεθα τῆς προφητείας. Προσ ήκει τοίνυν ἡμᾶς μετὰ πάσης προσέχειν ἀκριβείας, καὶ διαιρεῖν προσφόρως τά τε τούτοις, τά τε ἐκείνοις ἁρμόττοντα. Ἔχομεν δὲ τούτου παράδειγμα τὴν εὐαγγελικὴν διδασκαλίαν. Καὶ γὰρ τοῦ Κυρίου τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις εἰρηκότος τοῖς ἀποστό λοις· "Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ," εἶτα ἐκείνων ἐρομένων· "Πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας;" Καὶ διπλῆν ἐρώτησιν προσαγα γόντων, ὁ Κύριος ἀναμὶξ ποιεῖται τὴν ἀπόκρισιν, κατὰ ταὐτὸν λέγων τά τε τοῖς Ἱεροσολύμοις συμβη σόμενα, καὶ τὰ κατὰ τὸν τῆς συντελείας καιρὸν γενησόμενα. Οἱ δὲ τὰ θεῖα μεμυημένοι διαιροῦσιν εὐκρινῶς τά τε τούτοις, τά τε ἐκείνοις ἁρμόττοντα τοῖς καιροῖς. Τοῦτο τοιγαροῦν καὶ ἡμεῖς ἐνταῦθα μετὰ τῆς προσηκούσης ποιήσομεν ἀποδείξεως. ∆ιδάξας τοίνυν τὸν μακάριον ∆ανιὴλ ὁ προσδιαλεγόμε νος, ὅτι τετραχῆ διαιρεθήσεται ἡ βασιλεία, καὶ τοὺς δύο καταλιπὼν, τόν τε τῆς Μακεδονίας φημὶ, καὶ τὸν τῆς Ἀσίας, ἤτοι τοῦ Ἑλλησπόντου, ὡς καὶ πρὸς βραχὺν διαρκέσαντας χρόνον, καὶ Ἰουδαίους ἥκισταλελυπηκότας, ἐπάγει· εʹ. "Καὶ ἐνίσχυσεν ὁ βασιλεὺς τοῦ Νότου, καὶ ἀπὸ τῶν ἀρχόντων αὐτοῦ εἷς ἐνισχύσει ἐπ' αὐτὸν, καὶ κυριεύσει κυρείαν πολλὴν ἐκτὸς ἐξουσίας αὑ τοῦ." Πτολεμαῖον δὲ λέγει τὸν Φιλοπάτορα, μὴ ἀρ κεσθέντα τῇ τῆς Αἰγύπτου βασιλείᾳ, ἀλλὰ καὶ Φοι νίκην, καὶ Σαμάρειαν, καὶ τὴν Ἰουδαίαν προσλα βόντα. Ἕνα δὲ ἀπὸ τῶν ἀρχόντων αὐτοῦ ἐνισχύοντα τὸν Σκοπᾶν λέγει, οὗ καὶ ὁ Ἰώσηππος ὁ Ἑβραῖος μέμνηται συγγραφεὺς, ὃς ἄριστα στρατηγήσας, πολλὰ τῶν ἔξω τῆς τοῦ Πτολεμαίου βασιλείας τῷ Πτολεμαίῳ ὑπέταξε. Τοῦτο αἰνιττόμενος λέγει· "Καὶ κυριεύσει κυρείαν πολλὴν ἐκτὸς ἐξουσίας αὑτοῦ," τουτέστι, κρατήσει ἐθνῶν πολλῶν ἔξω τῆς ἀφ ωρισμένης αὐτῷ ἐξουσίας ὄντων. ʹ. "Καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμιγήσονται, καὶ θυγάτηρ τοῦ βασιλέως τοῦ Νότου εἰσελεύσεται πρὸς τὸν βασιλέα τοῦ Βοῤῥᾶ, τοῦ ποιῆσαι συνθήκας μετ' αὐτοῦ." Μετὰ τὴν τοῦ Φιλοπάτορος Πτολεμαίου τε λευτὴν ἐβασίλευσε Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ, ὁ Ἐπι φανὴς προσαγορευόμενος. Τοῦτο οὖν λέγει, ὅτι "Μετὰ τὰ ἔτη αὐτοῦ συμμιγήσονται·" καὶ διδά σκων, πῶς συμμιγήσονται· "Θυγάτηρ, φησὶ, τοῦ βασιλέως τοῦ Νότου εἰσελεύσεται πρὸς τὸν βασιλέα 81.1508 τοῦ βοῤῥᾶ, τοῦ ποιῆσαι συνθήκας μετ' αὐτοῦ." Βα σιλέα δὲ τοῦ βοῤῥᾶ τὸν Ἀντίοχον λέγει, οὐ τὸν Ἐπιφανῆ, ἀλλὰ τὸν καλούμενον Μέγαν, τὸν τοῦ Ἐπιφανοῦς Ἀντιόχου πατέρα· οὗτος γὰρ ἦν τοῖς Πτολεμαίοις ἐκείνοις ὁμόχρονος. "Καὶ οὐ κρατήσει ἰσχὺς βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὕτη, καὶ οἱ φέροντες αὐτὴν, καὶ ἡ νεᾶνις, καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς" Ἀλλ' ὁ μὲν γάμος, φησὶ, γενήσεται, οὐ μὴν ἐπὶ πολὺ διαρκέσει τὸ συνοικέσιον, ἀλλ' ἀποδοθήσεται τῷ πεπομφότι αὐτὴν διὰ τῶν ἀγαγόντων αὐτὴν, μετὰ τῶν προσενηνεγμένων αὐτῇ. Τοῦτο γὰρ λέγει· "Καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς." ὁ τὸν γάμον ἰσχυρὸν καὶ ποθεινὸν ἐργαζόμενος πλοῦτος. ζʹ. "Καὶ ἀναστήσεται, φησὶ, ἐκ τοῦ ἄνθους ἐκ τῆς ῥίζης αὐτῆς ἐπὶ τῆς ἑτοιμασίας αὐτοῦ." Ἀντὶ τοῦ, ἀποδοθήσεται μὲν τῷ γεγεννηκότι, παιδοποιήσει δὲ βασιλέα τῇ βασιλείᾳ τοῦ δεδωκότος ἐναντιωθησό μενον. "Καὶ ἥξει, φησὶ, πρὸς τὴν δύναμιν." ∆ύνα μιν δὲ καλεῖ τὴν Ἱερουσαλὴμ, ὡς τῆς θείας χάριτος ἀπολαύουσαν,