1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

88

σεισμοὶ κατὰ τόπους· ταῦτα δὲ πάντα ἀρχαὶ ὠδίνων." Ἔχοντες τοίνυν τῇ προ φητείᾳ τῇδε τὴν ∆εσποτικὴν πρόῤῥησιν συμφωνοῦ σαν, νοήσομεν τὰ προκείμενα. "Καὶ παρελεύσεται," φησί. μαʹ. "Καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ Σαβείρ." Πάλιν διὰ τοῦ Σαβεὶρ τὰ Ἱεροσόλυμα παρεδήλωσε. "Καὶ πολλοὶ ἀσθενήσουσι." ∆ηλονότι οἱ ἐξαπατώ μενοι, ἢ τῷ μεγέθει τῶν τιμωριῶν χαυνούμενοι. "Καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ καὶ Μωὰβ, καὶ ἀρχὴ υἱῶν Ἀμμών." Οὐδὲ ταῦτα δὲ ἁρμόττει τῷ Ἀντιόχῳ· καὶ γὰρ τούτους καταστρε ψάμενος, ἡγεμόνας αὐτοῖς κατέστησεν, ὧν εἷς ἦν ὁ Τιμόθεος, Ἀμμανιτῶν ἡγούμενος. Ἐπὶ δὲ τούτου τοῦ δυσσεβοῦς εἰκὸς τούτους διαφυγεῖν, ἅτε δὴ μηδὲ σπουδαίως εὐσεβοῦντας· τοῖς γὰρ σπουδαίοις πάν τως ὁ δυσσεβὴς ἐπιστρατεύει. Εἰ δὲ καὶ τροπι κῶς ταῦτα δεῖ νοῆσαι τὰ ὀνόματα, Ἐδὼμ ἑρμηνεύ εται ὁ πυῤῥός· τούτου χάριν καὶ ὁ Ἡσαῦ Ἐδὼμ προσηγορεύθη, ὡς τοῦ ἑψήματος τοῦ φακοῦ ἐρυθροῦ ὄντος ἐπιθυμήσας, καὶ τὸ αἷμα δὲ ἐρυθρὸν ἔχει τὸ εἶδος. Οἱ τοίνυν τοῦ ∆εσποτικοῦ αἵματος ἀξιούμενοι, καὶ ἀξίως τῆς δωρεᾶς ταύτης πολιτευόμενοι, ἐπαν θοῦσαν αὑτοῖς ἔχουσι τὴν τοῦ ∆εσποτικοῦ αἵματος χάριν· καὶ Μωὰβ δὲ προσαγορεύεται ὁ ἐκ τοῦ πα τρὸς γεννηθείς. Οὕτω γὰρ ἡ πρεσβυτέρα τοῦ Λὼτ θυγάτηρ ἐκ τοῦ πατρὸς συλλαβοῦσα, εἶτα τεκοῦσα, προσηγόρευσε τὸν τεχθέντα. Οἱ τοίνυν υἱοὶ Θεοῦ προσαγορευόμενοι, "οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν," εἰκότως Μωὰβ ὀνομάζονται. Καὶ ὁ Ἀμμὰν δὲ τὸν υἱὸν τοῦ γένους σημαίνει· τοῦτο γὰρ ἡ θεία διδάσκει Γραφή. Λέγει γὰρ ὁ μα κάριος Παῦλος ἐν Ἀθηναίοις δημηγορῶν· "Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν, 81.1532 χρυσίῳ, ἢ ἀργύρῳ, ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπων τὸ Θεῖον εἶναι ὅμοιον." Καὶ αὐτὸς δὲ ὁ Θεὸς, γένος αὑτοῦ τοὺς ἁγίους ἐκά λεσε· "Ποτίσαι γὰρ, φησὶ, τὸ γένος μου τὸ ἐκλε κτὸν, ὃ περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖ σθαι." Οὐδὲν οὖν ἀπεικὸς, καὶ τοὺς τῆς θείας συγ γενείας διὰ τῆς θείας χάριτος ἠξιωμένους Ἀμμὰν ὀνομάζεσθαι. Εἰ μὲν οὖν τροπικῶς βούλει νοῆσαι τὰ ὀνόματα, οὕτω νοήσεις. Εἰ δὲ ἱστορικῶς, ὡς ἤδη προειρήκαμεν, ὅτι τούτων καταφρονήσει, ὡς τῶν μὲν πλειόνων ἀσεβείᾳ συζώντων, αὐτῶν δὲ τῶν ὀλί γων τῶν ἐν αὐτοῖς εὐσεβῶν οὐ θερμῶς περὶ τὰ θεῖα διακειμένων. μβʹ, μγʹ. "Καὶ ἐκτενεῖ, φησὶ, τὴν χεῖρα αὑτοῦ ἐπὶ τὴν γῆν Αἰγύπτου, καὶ ἡ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν. Καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου, καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου, καὶ Λιβύων, καὶ Αἰθιόπων, καὶ ἐν τοῖς ὀχυρώμασιν αὐτῶν." Καὶ ταῦτα δὲ ἥκιστα ἁρμότ τει τῷ Ἀντιόχῳ· οὔτε γὰρ Λιβύης, οὔτε Αἰθιοπίας ἐκράτησεν, οὔτε δὲ αὐτῆς τῆς Αἰγύπτου. Προσταχθεὶς γὰρ ὑπὸ Ῥωμαίων ἀνέστρεψεν· ὥστε ἐντεῦθεν ση μαίνεσθαι τὰ τρία κέρατα, ἃ τὸ μικρὸν κέρας ἀνέτρε ψεν. Καὶ γὰρ ἐνταῦθα τρία ἔθνη μέγιστα, Αἴγυπτον, καὶ Αἰθιοπίαν, καὶ Λιβύην, ὑπὸ τριῶν, ὡς εἰκὸς, βασιλέων κατεχόμενα καταλύσει οὗτος, καὶ ὑφ' ἑαυτὸν ποιήσεται. μδʹ. "Καὶ ἀκοαὶ, καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν, καὶ ἀπὸ βοῤῥᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ, τοῦ ἀναθεματίσαι καὶ ἀφανίσαι πολλούς." Οὐδὲ τοῦτο τῷ Ἀντιόχῳ ἁρμόττει· ἐκεῖνον γὰρ οὐ φῆμαι διαταράξασαι τῆς Αἰγύπτου ἀπέστησαν, ἀλλὰ τὸ δόγμα Ῥωμαίων, ἀπὸ τῆς Ἑσπέρας, οὐκ ἀπὸ τῆς Ἕω πεμφθέν. Περὶ δὲ τούτου φησὶν, ὅτι λαβὼν τὴν Αἴγυπτον, καὶ τὴν Λιβύην, καὶ τὴν Αἰθιοπίαν, καὶ ὑφ' ἑαυτὸν ποιησάμενος, ὑπὸ φήμης τινὸς ταραχθεὶς ἀναστρέψει, καὶ ἥξει ἐν θυμῷ πολλῷ, "τοῦ ἀναθε ματίσαι καὶ τοῦ ἀφανίσαι πολλούς." Ταυτὸν δὲ λέγει δι' ἀμφοτέρων· ἀφανίσαι γάρ ἐστι τὸ τῆς εὐσεβείας γυμνῶσαι, καὶ τὸ ἀναθεματίσαι, τὸ ἀλλότριον ἐκεί νης ἀποφῆναι. μεʹ. "Καὶ πήξει, φησὶ, τὴν σκηνὴν αὑτοῦ ἐν Ἀπαδανῷ, ἀναμέσον, φησὶ, τῶν θαλασσῶν, εἰς ὄρος Σαβεὶρ ἅγιον." Οὐδὲ τοῦτο δὲ εὑρίσκομεν ὑπὸ Ἀντιόχου γεγενημένον. Ἐπεὶ εἰπάτωσαν, τίς ὁ τόπος οὗτος, ἐν ᾧ τὴν σκηνὴν αὑτοῦ κατέπηξεν ὁ Ἀν τίοχος, ἀνὰ μέσον τῶν δύο θαλασσῶν διακείμενος; Ἀλλ' οὐχ ἕξουσι δεῖξαι. Οὐκοῦν τούτων οὐδὲν οὐδέπω πέρας εἴληφεν, ἀλλὰ γενήσεται ταῦτα