1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

52

καρποῦται, καὶ τὸν πανταχόθεν ὑποδέχεται φόρον. Καλῶς δὲ καὶ τὸ, "ἐν τῷ στόματι αὐτῆς" προστέθεικεν, ἵνα δείξῃ τὴν παρὰ πάντων χορηγουμένην εἰσφοράν. Καὶ ἐπειδὴ οὐ παντάπασιν ἡ βασιλεία αὕτη κατελύθη, ἀλλὰ μοῖράν τινα τῆς προτέρας ἡγεμονίας διέμεινεν ἔχουσα, οὐκ ἔφη μὲν ὑπομεῖναι αὐτὴν ἅπερ ἡ πρὸ αὐτῆς πέπονθε τῶν πτερῶν στερηθεῖσα, "καὶ ἐπὶ ποδῶν ἀνθρώπου σταθεῖσα, καὶ καρδίαν ἀνθρώπου λαβοῦσα·" εἶπε δὲ αὐτὴν εἰς ἓν στῆναι μέρος. "Εἰς ἓν δὲ, φησὶ, μέρος ἐστάθη," τουτέστι, κρατήσασα τῶν τριῶν τῆς οἰκουμένης τμημάτων, ἀπεστερήθη μὲν τοῦ πλείστου, ἑνὸς δὲ μέρους τὴν ἡγεμονίαν κατέσχε. Κρατοῦσα γὰρ τῆς Ἀσίας πάλαι ἁπάσης, καὶ τῆς Λιβύης, ἀπεστερήθη μὲν τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας· οὐκέτι δὲ Παλαιστινῶν, καὶ Φοινί κων, καὶ Σύρων κρατεῖ· ἀφῄρηται δὲ καὶ τῆς Ἀσίας τὴν ἡγεμονίαν, καὶ ὁ Εὔξεινος δὲ Πόντος ἔξω τῶν σκήπτρων γεγένηται· κρατεῖ δὲ μόνης Περσίδος, καὶ Μηδίας, καὶ Ἀσσυρίας, καὶ τῶν πλησιοχώρων ὀλίγων ἐθνῶν. ∆ιὰ τοῦτό φησιν, ὅτι "Εἰς ἓν μέρος ἐστάθη." Ταῦτα καὶ περὶ τοῦ δευτέρου διηγησάμενος θηρίου, ʹ. "Ὀπίσω, φησὶ, τούτου ἐθεώρουν, καὶ ἰδοὺ θη ρίον ἕτερον ὡσεὶ πάρδαλις, καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἡ ἐξουσία ἐδόθη αὐτῇ." Τὴν Μα κεδονικὴν βασιλείαν διὰ τούτων αἰνίττεται· καὶ μάλα προσφόρως παρδάλει τὸν Ἀλέξανδρον ἀπείκασε, διὰ τὸ ταχὺ καὶ ὀξὺ καὶ ποικίλον. "Τέτταρα δὲ πτερὰ πετεινοῦ" ἔφη τὸ θηρίον ἐσχηκέναι, ἐπειδὴ πτηνοῦ δίκην ὁ Ἀλέξανδρος τὰ τέσσαρα τῆς οἰκουμένης δια δραμὼν τμήματα, πάντας ὑφ' ἑαυτὸν ἐποιήσατο· διὰ δὲ "τῶν τεσσάρων κεφαλῶν" τὴν μετὰ τὸν Ἀλέξ ανδρον γενομένην ᾐνίξατο τῆς ἡγεμονίας διαίρεσιν. Τέσσαρες γὰρ ἀνθ' ἑνὸς κατέστησαν βασιλεῖς· καὶ Πτολεμαῖος μὲν ὁ Λάγου τῶν κατ' Αἴγυπτον ἐνεχει ρίσθη τοὺς οἴακας· Σέλευκος δὲ τῶν πρὸς ἕω τὴν ἡγεμονίαν ἰθύνειν ἐπιστεύθη· Ἀντίγονος δὲ τῆς Ἀσίας ἐκράτησε· τῆς δὲ Μακεδονίας, ὡς μέν τινές φασιν, Ἀντίπατρος· ὡς δὲ ἕτεροι, Φίλιππος ὁ καὶ Ἀριδαῖος, αὐτοῦ Ἀλεξάνδρου ἀδελφός. Αἱ μὲν οὖν τέσσαρες κεφαλαὶ τὰς μετὰ τὸν Ἀλέξανδρον τέσσαρας ἡγεμονίας αἰνίττονται, τὰ δὲ τέσσαρα πτερὰ αὐτὴν τοῦ Ἀλεξάνδρου τὴν δυναστείαν τῶν τεττάρων τῆς οἰκουμένης περιγενομένην τμημάτων· ἐξουσίαν δὲ ἔφη δεδόσθαι τῷ θηρίῳ, ἐπειδὴ καὶ ὧν οἱ πρὸ αὐτοῦ μὴ ἐκεκρατήκεισαν, οὗτος ἐδείχθη κρατῶν, ἀλλ' ὅμως καὶ ἡ πάντων περιγενομένη βασιλεία τέλος ἐδέξατο. ζʹ. "Ὀπίσω γὰρ τούτου, φησὶν, ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ θηρίον τέταρτον φοβε 81.1420 ρὸν καὶ ἔκθαμβον περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ μεγάλοι, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ ἤσθιον καὶ ἐλέπτυνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὑτοῦ συνεπάτει, καὶ αὐτὸ διέφερε περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ." Τὸ τέταρτον θηρίον τὴν Ῥωμαϊκὴν καλεῖ βασιλείαν· ὄνομα δὲ αὐτῷ οὐ τίθησιν, ἐπειδὴ ἐκ πλειόνων ἐθνῶν ἡ Ῥωμαίων συγκροτηθεῖσα πόλις τῆς οἰκουμένης ἐκράτησε· πρῶτον μὲν βασιλευομένη, εἶτα ὁτὲ μὲν δημοκρατουμένη, ὁτὲ δὲ ἀριστοκρατουμένη· ὕστερον δὲ εἰς τὴν προτέραν ἐπανελθοῦσα βασιλείαν. Φοβε ρὸν δὲ λέγει τὸ θηρίον καὶ ἔκθαμβον περισσῶς, ἐπειδὴ τῶν ἄλλων ἁπασῶν βασιλειῶν δυνατωτέρα αὕτη ἡ βασιλεία γεγένηται, καὶ ἐπὶ τῆς εἰκόνος δὲ, τετάρτην ὕλην τὸν σίδηρον τέθεικε, καὶ ἐπήγαγεν. Ὥσπερ τοίνυν ὁ σίδηρος λεπτύνει καὶ ἐκδαμάζει πάντα, οὕτω πάντα λεπτυνεῖ καὶ ἐκδαμάσει. Καὶ ἐνταῦθα δέ φησιν· "Οἱ ὀδόντες τοῦ θηρίου σιδηροῖ·" ὡς εἶναι δῆλον, ὅτι τὴν αὐτὴν κἀνταῦθα βασιλείαν αἰνίττεται. "Ἤσθιε, φησὶ, καὶ ἐλέπτυνε." Καὶ τῷ ὄντι μείζους ἐπετέθησαν ὑπὸ Ῥωμαίων τοῖς ὑπηκόοις οἱ φόροι. "Καὶ τὰ ἐπίλοιπα, φησὶ, τοῖς ποσὶν αὑτοῦ συνεπάτει." Πόδας δὲ τῆς βασιλείας τὴν στρατείαν αἰνίττεται, ὑφ' ὧν οὐ σμικραὶ ζημίαι τοῖς τε τὰς πόλεις οἰκοῦσι καὶ τὰς χώρας ἐπ άγονται. "Καὶ αὐτὸ διέφερε περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ." ∆υνατωτέρα γὰρ καὶ περιφανεστέρα ἡ Ῥωμαίων βασιλεία τῶν πρὸ αὐτῆς βασιλειῶν ἀπεφάνθη. "Καὶ κέρατα αὐτῷ, φησὶ, δέκα." Σημαίνει ἐνταῦθα, ὅτι περὶ τὸ τέλος τῆς βασιλείας δέκα