1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

31

τῆς οἰκουμένης εὐφροσύνην· "Πᾶσα ἡ γῆ, φησὶ, μετ' εὐφροσύ νης, καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφρανθήσονται ἐπὶ σοὶ, καὶ ἡ κέδρος τοῦ Λιβάνου· ἀφ' οὗ κεκοί μησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς." Τροπικῶς δὲ ταῦτα λέγει· καὶ κέδρους τοῦ Λιβάνου προσαγο ρεύει, ἢ τὸν Ἰσραὴλ ἐπίσημον ὄντα, καὶ ἔνδοξον, ἢ τοὺς λαμπροὺς ἐν ἀξιώμασι, καὶ βασιλεύειν πεπι στευμένους. Καὶ μετὰ βραχέα, κωμῳδῶν αὐτοῦ τὸν τῦφον, καὶ τὴν τῆς ἀλαζονείας διδάσκων κατάλυσιν· "Πῶς ἐξέπεσε, φησὶν, ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; συνετρίβη ἐπὶ τὴν γῆν ὁ ἀπο στέλλων πρὸς πάντα τὰ ἔθνη; Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ ἐπάνω τῶν ἀστέρων θήσω τὸν θρόνον μου· καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ πρὸς βοῤῥᾶν, ἀνα βήσομαι ἐπάνω τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ." Εἶτα δείκνυσι τῆς ἀνθρωπίνης εὐη μερίας τὸ ἐπίκηρον· "Σὺ δὲ, φησὶν, ὁ ταῦτα λογί σασθαι τετολμηκὼς, εἰς ᾅδην καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σὲ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος, ὁ παροξύ νων τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν γῆν ὅλην ἔρημον, καὶ τὰς πόλεις αὐτῆς καθεῖλε· τοὺς ἐν ἐπαγωγῇ οὐκ ἠλέησε· πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὑτοῦ· σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νε κρὸς, ἐβδελυγμένος, μετὰ πολλῶν τεθνηκότων ἐκκε κεντημένων μαχαίρᾳ, καταβαινόντων εἰς ᾅδην." Καὶ ἵνα μὴ πάσας τὰς περὶ αὐτοῦ προφητείας παραγα γὼν ἀποκνήσω τῷ μήκει, τούς τε νῦν ἀκούοντας, καὶ τοὺς εἰς ὕστερον τούτοις ἐντευξομένους εἰς ἐκεῖνα παραπέμψας, τοὺς γνῶναι τὸν τῦφον αὐτοῦ καὶ τὴν ὠμότητα βουλομένους, ἐπὶ τὸ προκείμενον ἐπανάξω τὸν λόγον. Τοῦτον τοίνυν ὁ τῶν ὅλων Θεὸς εἰς εὐσέβειαν ποδηγῆσαι θελήσας, πολλὰ πολλάκις σωτήρια προσενήνοχε φάρμακα, καὶ πρῶτον μὲν ἐν τῷ δευτέρῳ τῆς βασιλείας ἔτει, ὄναρ αὐτῷ τὴν εἰκόνα ἐκείνην ὑπέδειξεν, εἶτα τῇ λήθῃ τοῦ ἐνυπνίου εἰς χρείαν τοῦ προφήτου κατέστησεν· ἔπειτα διὰ τῆς ἑρμηνείας τὰς τῶν βασιλέων διαδοχὰς ἐδίδαξεν ἀκριβῶς, τῆς ἀνθρωπίνης εὐημερίας ὑποδεικνὺς τὸ 81.1353 βραχὺ καὶ ἐπίκηρον. Καὶ παραυτίκα μὲν ὠφέλειαν ἐδέξατο, καὶ τὸ ἄμετρον σέβας τῷ ∆ανιὴλ προσενή νοχεν· ὡς Θεῷ γὰρ λιβανωτὸν αὐτῷ καὶ σπονδὰς προσενεχθῆναι προσέταξεν. Ἀλλὰ πάλιν, οὐ πολλοῦ διελθόντος χρόνου, τὴν εἰκόνα ἐκείνην ἀνέστησε, καὶ ἅπαντας τοὺς ὑπηκόους προσκυνεῖν αὐτὴν κατ ηνάγκασε, καὶ τοὺς τὴν εὐσέβειαν προτετιμηκότας, τῇ ἀπλήστως τραφείσῃ πυρᾷ παραδέδωκεν. Ἀλλὰ πάλιν ὁ ἀγαθὸς ∆εσπότης, μακροθυμίᾳ χρησάμενος, δίκας μὲν αὐτὸν τῆς τε ἀλαζονείας καὶ τῆς θηριωδίας οὐκ εἰσεπράξατο, τὴν δὲ θείαν αὐτῷ δύναμιν ὑποδείκνυσι, τοὺς εὔνους θεράποντας τῆς φλογὸς ἐκείνης ἐλευθερώσας. Πάλιν δὲ ὀλίγην ἐκεῖθεν ὠφέ λειαν δεξάμενος, ὑμνεῖ μὲν τὸν τῶν ὅλων Θεὸν, ἀπειλεῖ τε τὴν ἐσχάτην τιμωρίαν τοῖς βλάσφημόν τι κατ' αὐτοῦ φθεγγομένοις· ἀλλ' εὐθὺς καὶ παραυ τίκα, καὶ ἐν αὐτῷ τῷ ἐνιαυτῷ, λήθῃ πάλιν τὴν μεγίστην ταύτην παραδοὺς θαυματουργίαν, ἐπιστρα τεύει τοῖς Ἱεροσολύμοις, καὶ καθαιρεῖ μὲν τὰ τῆς πόλεως τείχη, πυρπολεῖ τε τὸν ἅγιον τοῦ Θεοῦ νεὼν, κατατολμᾷ δὲ τῶν τούτου ἀδύτων, καὶ πάντα συλή σας τὰ ἀναθήματα εἰς τὴν Βαβυλῶνα σὺν τοῖς αἰχμαλώτοις ἀπήνεγκεν. Ὅτι δὲ κατὰ τοῦτον ἐπ εστράτευσε τὸν καιρὸν, καὶ ὁ μακάριος ἡμᾶς διδά σκει Ἱερεμίας οὑτωσὶ λέγων· "Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ Σεδεκίου βασιλέως Ἰούδα, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ Ναβουχοδονόσορ τῷ βασιλεῖ Βαβυλῶνος, καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχα ράκωσεν ἐν Ἱερουσαλήμ." Καὶ τῆς εἰκόνος δὲ τὸ διήγημα συγγράφων ὁ μακάριος ∆ανιὴλ τοῦτον τέθεικε τὸν χρόνον· "Ἔτους ὀκτωκαιδεκάτου Να βουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν·" ὡς εἶναι δῆλον, ὅτι ἐν ἀρχῇ τοῦ ἔτους ἀπῄτησε τὴν τῆς εἰκόνος προσκύνησιν· εἶτα τὴν στρατιὰν προ πέμψας ἠκολούθησε καὶ αὐτὸς, περιεγένετό τε τῆς Ἱερουσαλὴμ ἑνδεκάτῳ μὲν ἔτει τῆς βασιλείας Σεδε κίου, ἐννεακαιδεκάτῳ δὲ τῆς ἑαυτοῦ βασιλείας. Ἐπει δὴ τοίνυν οὐδεμίαν οὐδαμόθεν ὁ