1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

71

αὐτῶν τῶν ἐτῶν παραθήσωμεν τὸν ἀριθμόν. Οὐκοῦν ἀπὸ μὲν τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου τοῦ Ξέρξου, ἐφ' οὗ Νεεμίας εἰς τὴν Ἱερουσαλὴμ ἀφικόμενος ἀνεγεῖραι ἤρξατο τὰ τείχη 81.1477 τῆς πόλεως, ἕως ∆αρείου τοῦ Ἀρσάμου, ὃν Ἀλέξανδρος ὁ Μακεδὼν ἀνελὼν τὴν τῶν Περσῶν κατέλυσε βασιλείαν, ἔτη ἐστὶ τέτταρα καὶ δέκα πρὸς τοῖς ἑκα τόν· ἀπὸ δὲ ἕκτου ἔτους Ἀλεξάνδρου, ἐν ᾧ ∆αρεῖος ἀνῃρέθη, ἕως Γαΐου Ἰουλίου Καίσαρος, αὐτοκράτορος πρώτου Ῥωμαίων, ἔτη τὰ πάντα τῆς Μακεδόνων βασιλείας διακόσια ὀγδοήκοντα δύο· ἀπὸ δὲ τῆς ἀρ χῆς Ἰουλίου Καίσαρος ἕως πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, ἡνίκα Ἰωάννης ὁ Βαπτιστὴς ἦλθε παρὰ τὸν Ἰορδάνην κηρύσσων βάπτισμα μετα νοίας, καὶ βοῶν· "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου," ἔτη ἐστὶ ἑβδομήκοντα τρία. Ταῦτα ὁμοῦ συναγόμενα ποιεῖ ἐτῶν ἀρι θμὸν τετρακοσίων ἑξήκοντα καὶ ἐννέα· ταῦτα δὲ Ἑβραϊκὰ ἔτη ποιεῖ τετρακόσια ὀγδοήκοντα τρία· το σαῦτα δὲ ποιοῦσιν αἱ ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδο μάδες. Εἰδέναι γὰρ χρὴ, ὡς Ἑβραῖοι, κατὰ τὸν τῆς σελήνης δρόμον ἀριθμοῦντες τὸν ἐνιαυτὸν, ἕνδεκα ἡμέρας περιττὰς ἀποφαίνουσιν, ἃς καὶ ἡμεῖς ἐμβο λίμους καλοῦμεν· ὁ γὰρ τῆς σελήνης δρόμος ἐν εἴ κοσιν ἐννέα ἡμέραις καὶ ὥραις ἓξ συμπληροῦται. Οὕτω δὲ ἀριθμοῦντες τριακοσίων καὶ πεντήκοντα καὶ τεσσάρων ἡμερῶν ποιοῦσι τὸν ἐνιαυτόν. Ἐπειδὴ τοίνυν ὁ ἅγιος ἀρχάγγελος τῷ μακαρίῳ ∆ανιὴλ δια λεγόμενος ἀνδρὶ Ἑβραίῳ, καὶ διδάσκων αὐτὸν ἀρι θμὸν τῶν ἐτῶν, τὸν συνήθη πάντως ἔλεγεν ἀριθμὸν, ἀναγκαίως προσθεῖναι δεῖ τὰ ἀπὸ τῶν ἐμβολίμων συναγόμενα ἔτη· τούτων γὰρ προστιθεμένων, τὰ τρία καὶ ὀγδοήκοντα πρὸς τοῖς τετρακοσίοις εὑρεθή σεται ἔτη· τοσαῦτα δὲ συνάγουσιν αἱ ἑπτὰ καὶ ἑξή κοντα δύο ἑβδομάδες. ∆ιεῖλε δὲ αὐτὰς οὐχ ἁπλῶς, ἀλλὰ πραγμάτων ἐνίων προσημαίνων μεταβολάς. Ἀπὸ γὰρ τῆς οἰκοδομίας τῆς Ἱερουσαλὴμ, ᾓ ἐγένετο ἐπὶ Νεεμίου καὶ Ἔσδρου, μέχρις Ὑρκανοῦ τοῦ τελευταίου ἐκ τῶν Ἀσαμοναίων ἀρχιερέως, ὃν ἀνεῖλεν Ἡρώδης, ὁ τῶν δύο καὶ ἑξήκοντα ἑβδομάδων ἀριθμὸς συμπληροῦται· ἀπὸ δὲ τῆς ἐκείνου σφαγῆς, μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας, καὶ τῆς εἰς τὸν Ἰορδάνην ἀφίξεως, αἱ λοιπαὶ ἑπτὰ ἑβδομάδες τὸ τέλος λαμβάνουσιν. Ἐν δὲ τούτῳ τῷ χρόνῳ, μετὰ τὴν Ὑρκανοῦ, φημὶ, ἀναίρεσιν, μέχρι τῆς τοῦ Σω τῆρος ἡμῶν ἐπιφανείας, παρανόμως λοιπὸν οἱ ἀρ χιερεῖς ἐγίνοντο. Τοῦ γὰρ νόμου κελεύοντος διὰ βίου τοὺς ἀρχιερέας ἱερατεύειν, καὶ μετὰ τὴν τελευτὴν τοὺς διαδόχους λαμβάνειν, Ἡρώδης, καὶ οἱ μετ' ἐκεῖ νον Ῥωμαῖοι, ὠνητὰς τὰς ἀρχιερωσύνας ποιησά μενοι, συχνὰς αὐτῶν ἐποιοῦντο διαδοχάς· ἐνίους δὲ οὐδὲ ἐκ τοῦ ἱερατικοῦ γένους καταγομένους ἀρχιε ρέας προεχειρίζοντο. Καὶ τοῦτο διδάσκων Ἰώσηππος ὁ Ἑβραῖος συγγραφεὺς οὕτω φησί· "Τὴν βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς, οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους (οὗτοι δὲ ἦσαν οἱ καλού μενοι Μακκαβαῖοι) καθίστησιν ἀρχιερέας, ἀλλά τι σιν ἀσήμοις καὶ μόνον ἐξ Ἑβραίων οὖσι." Καὶ 81.1480 μετ' ὀλίγα πάλιν οὕτω φησίν· "Ἔπραξε δ' ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν Ἰουδαίων ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦ τον οἱ Ῥωμαῖοι τὴν ἀρχὴν παρειληφότες." Καὶ ἑτέρωθί φησι· "Βαλέριος δὲ Γράτος, Ῥωμαίων στρατηγὸς, παύσας ἱερατεύειν Ἄνανον, Ἰσμαὴλ ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φαβί· καὶ τοῦτον μετ' οὐ πολὺ μεταστήσας, Ἐλεάζαρον τὸν τοῦ Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα· ἐνιαυ τοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας, Σίμωνι τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. Οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηππος, ὁ καὶ Καϊάφας, διάδοχος ἦν αὐτῷ." Ταῦτα διδάσκων καὶ ὁ μακάριος Λουκᾶς φησιν· "Ἔτους πεντεκαιδεκάτου Τιβερίου Καίσα ρος, ἐπὶ ἀρχιερέων Ἄννα καὶ Καϊάφα." ∆ύο δὲ κατὰ ταὐτὸν ἀρχιερέας κατὰ νόμον γεγενημένους οὐ μεμαθήκαμεν πώποτε. Ταῦτα προλέγων ὁ ἅγιος Γαβριήλ· κʹ. "Καὶ μετὰ τὰς ἑβδομάδας, φησὶ, τὰς ἑξήκοντα δύο, ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ." Ὡς εἶναι δῆλον, ὅτι τὰς