1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

23

γενέσθαι προσέταξας. "Καὶ πάντα σου, φησὶ, τὰ ἔργα ἀληθινὰ, καὶ εὐθεῖαι αἱ ὁδοί σου. (κηʹ.) Καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναὶ, καὶ κρίματα ἀληθείας ἐποίησας, κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ἱερουσαλὴμ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα ἐφ' ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν." Τὴν αὐτὴν μὲν διάνοιαν ἅπαντα ἔχει τὰ εἰρημένα· διαφόρως δὲ αὐτὰ εἴρηκε, τὴν δικαίαν τοῦ Θεοῦ κρίσιν ὑμνῶν, καὶ χώραν οὐδεμίαν τῇ ἀχαριστίᾳ διδούς. ∆ιὰ τοῦτο καὶ τῆς Ἱερουσαλὴμ μνημονεύσας, καὶ ἁγίαν αὐτὴν ὀνομάσας, καὶ τῶν πατέρων ἐκείνων τῶν ἐκλεκτῶν πόλιν προσαγορεύσας, εὐθὺς τὴν τῆς τιμωρίας αἰτίαν ἐπήγαγε· "Ταῦτα πάντα, φησὶν, ἐπήγαγες ἐφ' ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. (κθʹ.) Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ." Οὐ γὰρ μάτην, φησὶ, καὶ ἣν ἀφιέρωσας παρέδωκας πόλιν τοῖς πολεμίοις, καὶ ἡμᾶς εἴασας δορυαλώτους γενέσθαι, ἀλλ' "ὅτι ἡμάρτομεν, καὶ ἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ." Πολλὴν δὲ ἔμφασιν ἔχει τὸ ἀπὸ σοῦ, ἀντὶ τοῦ, Τοῦ Ποιητοῦ καὶ ∆ημιουργοῦ, τοῦ ἀγαθοῦ ∆ε σπότου, τοῦ τροφέως, καὶ φύλακος, τοῦ τῆς Αἰγυ πτίων δουλείας ἀπαλλάξαντος, τοῦ θάλατταν τεμόντος, τοῦ δι' ἀβύσσου ποδηγήσαντος, τοῦ πέτραν ξηρὰν 81.1328 ὠδῖσι πληγῶν κατακλύσαντος, τοῦ τ' ἄλλα πάντα ἀνάγραπτα ἀγαθὰ χορηγήσαντος. Ἡμάρτομεν τοίνυν ἀποστάντες ἀπὸ σοῦ· "Καὶ ἐξημάρτομεν ἐν πᾶσιν." Οὐ γὰρ τόδε, ἢ τόδε παρέβημεν, ἀλλὰ πάντα σου τὸ προστάγματα. λʹ. "Καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐκ ἠκού σαμεν, οὐδὲ ἐφυλάξαμεν αὐτὰς, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται." Κἀν ταῦθα πάλιν τὴν τῆς εὐσεβείας καὶ σοφίας ἔδειξεν ὑπερβολήν. Ἡ γὰρ τῶν νόμων, φησὶ, καὶ τῶν ἐντο λῶν φυλακὴ, σοὶ μὲν τῷ νομοθέτῃ παρεῖχεν οὐδὲν, ἡμῖν δὲ ἀγαθῶν ἀφθονίαν προεξένει· τούτου τοίνυν χάριν καὶ τοὺς νόμους ἐτεθείκεις ἐκείνους, ἀφορμὰς ἡμῖν χορηγῶν σωτηρίας. Ἐπειδὴ τοίνυν, φησὶ, παρ έβημεν, λαʹ. "Πάντα ὅσα ἡμῖν ἐπήγαγες, καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας." Ἀξία γὰρ τῆς ἁμαρτίας ἡ τιμωρία. Εἶτα ταύτην δεικνὺς ἐπάγει· λβʹ. "Καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἀνόμων, ἐχθίστων, ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονη ροτάτῳ παρὰ πᾶσαν τὴν γῆν παρέδωκας ἡμᾶς." Ἐπειδὴ γάρ σε τὸν ἡμέτερον οὐκ ἐθεραπεύσαμεν βασιλέα, ἀλλὰ τῆς σῆς κατεφρονήσαμεν ἀγαθότητος, εἰκότως ἡμᾶς ὠμοτάτῳ, καὶ ἀπηνεστάτῳ, καὶ οὐ δαμῶς εἰδότι τὸ δίκαιον δουλεύειν ἠνάγκασας βα σιλεῖ, ἔχοντι καὶ τοὺς ὑπηκόους τῇ βασιλικῇ πονηρίᾳ συμβαίνοντας. Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς πάσης ἐστερήμεθα παῤῥησίας, καὶ προσφέ ρειν σοι δέησιν ὑπὸ τῆς αἰσχύνης κωλυόμεθα· τοῦτο γὰρ σημαίνει λέγων· λγʹ. "Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου, καὶ τοῖς σεβομένοις σε." Ἐμφράττει, φησὶν, ἡμῶν τὸ στόμα τῆς παρανομίας τὸ πλῆθος· ἀλλ' ὅμως ἐπονεί διστοι, καὶ καταγέλαστοι, καὶ λίαν ἐπίχαρτοι τοῖς πολεμίοις γενόμενοι ἡμεῖς, οἱ δοῦλοί σου προσ αγορευόμενοι, ἱκετεύομέν σε, διὰ τὸ ἐπικείμενον ἡμῖν τῆς σῆς δεσποτείας ὄνομα δεῖξαι τοῖς ἐναντίοις τὴν σὴν ἰσχὺν, καὶ μὴ παντελῶς ἡμᾶς τῆς σῆς προ μηθείας ἀλλοτριῶσαι. λδʹ. "Μὴ παραδῷς γὰρ ἡμᾶς, φησὶν, εἰς τέλος διὰ τὸ ὄνομά σου, καὶ τὴν διαθήκην σου μὴ ἀπο στήσῃς, καὶ μὴ διασκεδάσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν." Τολμῶμεν δὲ, φησὶ, ταῦτα λέγειν, πολλὰ ἐνέχυρα τῆς σῆς ἀγαθότητος ἔχοντες· πρῶτον μὲν αὐτὸ τῆς σῆς ∆εσποτείας τὸ ὄνομα· ἔπειτα τὸν ἀμέ τρητον ἔλεον, ᾧ κεχρημένος ἰθύνεις τὰ σύμπαντα· πρὸς τούτοις, τὰς πρὸς τοὺς πατέρας ἡμῶν συν θήκας· ὑπέσχου γὰρ ἐκείνοις περίβλεπτόν τε καὶ ἔνδοξον τὸ ἐκείνων γένος ποιήσειν. Εἶτα καὶ τῶν ὀνο μάτων τῶν πατέρων μέμνηται, τῇ μνήμῃ τῶν δι καίων τὸν ἀγαθὸν ∆εσπότην εἰς ἔλεον ἐκκαλούμε νος. 81.1329 λεʹ, λ ϛʹ. "∆ιὰ Ἀβραὰμ, φησὶ, τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου, οἷς ἐλάλησας αὐτοῖς λέγων· Πληθυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης." Ταῦτα, φησὶν, ἐκείνοις ὑπέσχου, ∆έσποτα, οὓς ἠγά