1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

53

κατὰ ταὐτὸν ἀναστήσονται βα σιλεῖς, ὧν οἱ μὲν ἔσονται δυνατοὶ, οἱ δὲ λίαν ἀσθενεῖς. Τοῦτο γὰρ καὶ ἐν τῷ τῆς εἰκόνος ἐνυπνίῳ ἐδίδαξε· καὶ γὰρ ἐκεῖ "οἱ δάκτυλοι τῶν ποδῶν δέκα, καὶ οὗτοι μέρος μὲν εἶχον σιδήρου, μέρος δέ τι ὀστρά κου·" ἑρμηνεύων δὲ ὁ μακάριος ἔφη ∆ανιὴλ, ὡς "Τῆς βασιλείας μέρος μέν τι ἔσται ἰσχυρὸν, μέρος δέ τι ἀσθενές." Ὡς εἶναι δῆλον, ὅτι τὰ αὐτὰ σημαίνει ἀμφότερα τὰ ἐνύπνια. "Καὶ κέρατα αὐτῷ δέκα, φησί. (ηʹ.) Προσενόουν, φησὶ, τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν θεωρητὸν ἀνέβαινεν ἐν μέσῳ αὐτῶν, καὶ τρία ἔμπροσθεν αὐτοῦ ἐξεῤῥιζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους." Ἐνταῦθα τὸν Ἀντίχριστον αἰνίττεται, μεταξὺ τῶν δέκα κεράτων ἀναφαινόμενον. Λέγει δὲ ὅτι καὶ τρία κέρατα ἐξεῤῥί ζωσε τῶν ἔμπροσθεν αὐτοῦ· αἰνίττεται δὲ ὅτι τρεῖς βασιλεῖς καταλύσει ἀπὸ τῶν δέκα κατὰ ταὐτὸν βασι λευόντων. Μικρὸν δὲ αὐτὸ κέρας καλεῖ, ὡς ἀπὸ μι κρᾶς φυλῆς τῶν Ἰουδαίων φυόμενον· θεωρητὸν δὲ, ὡς ἐπίσημον μετὰ ταῦτα γινόμενον. ∆ιὰ δὲ 81.1421 τῶν ὀφθαλμῶν τὴν φρόνησιν καὶ πανουργίαν 81.1421 ᾐνίξατο, ᾗ χρώμενος ἐξαπατήσει πολλούς. Ἀλλὰ καὶ στόμα, φησὶ, λαλοῦν μεγάλα, τουτέστιν, ἀλαζονικὰ καὶ ὑπέρογκα. Σαφῶς δὲ ἡμᾶς ὁ μακάριος Παῦλος τοῦτο διδάσκει, λέγων· "Μή τις ὑμᾶς ἐξαπατάτω κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρό μενος ὑπὲρ πάντα λεγόμενον Θεὸν, ἢ σέβασμα, ὥστε καὶ εἰς τὸν ναὸν τοῦ Θεοῦ εἰσελθόντα καθ ίσαι, ἀποδεικνύοντα ἑαυτὸν, ὅτι ἐστὶ Θεός." Τοῦτο αἰνιττόμενος καὶ ὁ μακάριος ἔφη ∆ανιήλ· "Καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον μετὰ τῶν ἁγίων." Πάντα γὰρ, φησὶ, πραγματεύεται, κοινωνοὺς τῆς πονηρίας καὶ τῆς τιμωρίας ἅπαντας ἀνθρώπους λαβεῖν ἐφιέμενος. Ἀλλὰ ταῦτα ποιῶν, φησὶν, οὐκ ἐπὶ πολὺ διαρκέσει, ἀλλ' ὡς τάχιστα καταλυθή σεται. θʹ, ιʹ. "Ἐθεώρουν γὰρ, φησὶν, ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκὸν, καὶ ἡ θρὶξ τῆς κε φαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πύρινος εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐ τοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ κριτήριον ἐκά θισε, καὶ βίβλοι ἠνεῴχθησαν." Ἐκεῖνα μὲν, φησὶν, ἅπαντα ἐτόλμα τὸ κέρας τὸ λαλοῦν τὰ μεγάλα καὶ ἀλαζονικὰ καὶ ὑπέρογκα, καὶ τοῖς ἁγίοις πολεμοῦν, ἕως ἐκάθισε τὸ κριτήριον. Προσήκει δὲ εἰδέναι, ὅτι ἀσώματος ὢν ὁ Θεὸς, ἁπλοῦς τε καὶ ἀσχημάτιστος, περιγραφὴν οὐδεμίαν δεχόμενος, ἀλλ' ἀπερίγραφον ἔχων τὴν φύσιν, σχηματίζει πολλάκις πρὸς τὸ χρή σιμον, ὡς ἐθέλει, τὰς ὀπτασίας. Καὶ ἔστιν ἰδεῖν ἑτέ ρως μὲν αὐτὸν ἐπιφαινόμενον τῷ Ἀβραὰμ, ἑτέρως δὲ τῷ Μωσῇ, καὶ ἄλλως τῷ Ἡσαΐᾳ, καὶ τῷ Ἰεζεκιὴλ δὲ ὡσαύτως ἑτέραν ὄψιν ἐπέδειξεν. Ὅταν τοίνυν τὴν τῶν ἀποκαλύψεων ἴδῃς διαφορὰν, μὴ πο λύμορφον ὑπολάβῃς τὸ Θεῖον, ἄκουσον δὲ αὐτοῦ λέ γοντος διὰ Ὠσηὲ τοῦ προφήτου· "Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην." Ὡμοιώθην εἶπεν, οὐκ ὤφθην· ὡς γὰρ βούλεται, σχηματίζει τὰς ὄψεις. Ὥσπερ ἀμέλει καὶ ὁ μακάριος Ἰεζεκιὴλ θεασάμενος ἐξ ἠλέκτρου καὶ πυρὸς συγκεί μενον τὸν ὀφθέντα, διηγησάμενος τὴν ἀποκάλυψιν ἐπήγαγε· "Τοῦτο ὁμοίωμα δόξης Κυρίου." Καὶ οὔτε αὐτὸν ἔφη τεθεᾶσθαι τὸν Κύριον, οὔτε αὐτὴν τὴν τοῦ Κυρίου δόξαν, ἀλλὰ τὸ ὁμοίωμα τῆς δόξης Κυρίου. Καὶ ἐνταῦθα τοίνυν ὁ μακάριος ∆ανιὴλ, διὰ μὲν τοῦ Παλαιοῦ τῶν ἡμερῶν διδάσκεται τὸ αἰώνιον· οὕτω γὰρ καί τινες τῶν ἑρμηνευτῶν νενοη 81.1424 κότες, ἀντὶ τοῦ Παλαιοῦ τῶν ἡμερῶν, ὁ Παλαιῶν τὰς ἡμέρας τεθείκασιν. Ὁρᾷ τε καὶ τῆς τριχὸς τὴν καθαρότητα, καὶ τῶν ἐνδυμάτων τὴν λαμπρό τητα, τὸ ἄμωμον πανταχόθεν καὶ ἅγιον, οὐ μόνον τῆς θείας φύσεως, ἀλλὰ καὶ τῶν περὶ αὐτὴν νοουμέ νων διδασκόμενος, τουτέστι δικαιοσύνης, προνοίας κηδεμονίας, κρίσεως. Ἐπειδὴ γὰρ εἶδεν "τὸ κέρας ἀλαζονικοῖς μὲν