1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

29

φησὶν, εὐσεβῆ θάνατον παρανόμου ζωῆς. 81.1345 ϛϛʹ. "Καὶ νῦν, φησὶν, ἰδοὺ ἐγὼ ἐκτίθημι δό γματα, ὅπως πᾶς λαὸς, φυλὴ, γλῶσσα, ἢ ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ Θεοῦ Σιδρὰχ, Μισὰχ, καὶ Ἀβδε ναγὼ, εἰς ἀπώλειαν ἔσονται, καὶ οἱ οἶκοι αὐτῶν διαρπαγήσονται, καθότι οὐκ ἔστι Θεὸς ἕτερος, ὃς δυνήσεται ῥύσασθαι οὕτως." Καὶ τῷ ὄντι τῇ πείρᾳ τοῦτο μεμάθηκεν· πολλῶν γὰρ καλουμένων θεῶν τὰ τεμένη καταλύσας, καὶ τὰ ταμεῖα συλήσας, βωμοὺς ἀνασπάσας, καὶ τοὺς ἱερωμένους αὐτῶν κατασφάξας, οὐδεμιᾶς θείας εὐεργεσίας ἐδέξατο πεῖραν· κατὰ δὲ τῶν τῷ Θεῷ ἀνακειμένων τῇ λύττῃ χρησάμενος, εἶδε τοῦ Θεοῦ καὶ τὴν ἄπειρον δύναμιν, καὶ τὴν μακροθυμίαν τὴν ἄῤῥητον· τοὺς μὲν γὰρ οἰκείους θεράποντας ἀκραιφνεῖς διεφύλαξεν, αὐτὸν δὲ τέως δίκας τῆς μανίας οὐκ εἰσεπράξατο, ἐπιμείναντα δὲ τῇ δυσσεβείᾳ μετὰ βραχὺ μετρίως ἐκόλασεν, εἶτα μετανοίᾳ χρησάμενον φιλανθρωπίας ἠξίωσεν. ϛζʹ. "Τότε δὲ ὅμως κατεύθυνε, φησὶν, ὁ βασιλεὺς τὸν Σιδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, ἐν τῇ χώρᾳ Βαβυλῶνος, καὶ ηὔξησεν αὐτοὺς, καὶ ἠξίωσεν αὐ τοὺς ἡγεῖσθαι πάντων τῶν Ἰουδαίων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ." Τοσαύτην ὁ ∆εσπότης τῶν θεραπεύειν αὐτὸν ἐσπουδακότων ποιεῖται προμήθειαν. Καὶ εἰκότως ἐβόων οἱ ἅγιοι παῖδες οὗτοι, ὅτι "Οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί." Καὶ ἡμεῖς τοίνυν ταύτην κτησώμεθα τὴν ἐλπίδα, πάσης ὁμοῦ προτιμῶντες τῆς κτίσεως τὸν Ποιητήν τε καὶ Κυβερνήτην· καὶ γενέσθωσαν ἡμῖν οἱ μακάριοι οὗτοι παῖδες ὠφελείας παράδειγμα, εὐσεβείας ἀρχέ τυπον, ποδηγοὶ πρὸς Θεὸν, καὶ τὰ ὑπὸ τοῦ Θεοῦ τοῖς ἀξίοις χορηγούμενα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπι τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΜΟΣ ∆ʹ. ϛηʹ. "Ναβουχοδονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, γλώσσαις, τοῖς

οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ, εἰρήνη ὑμῖν πληθυνθείη." Προὔργου νομίζω, πρό τερον τὴν ὑπόθεσιν τῆσδε τῆς ἐπιστολῆς καὶ τὴν 81.1348 αἰτίαν διεξελθεῖν, εἶθ' οὕτως τὴν ἑρμηνείαν ποιήσα σθαι. Ὁ Ναβουχοδονόσορ τῆς Ἀσίας ἁπάσης κεκρατηκὼς, καὶ τὴν Αἴγυπτον δὲ ὑφ' ἑαυτὸν ποιησάμε νος, καὶ Αἰθίοπας τοὺς πρὸς Αἴγυπτον χειρωσάμενος, ὠμῶς μὲν λίαν καὶ ἀπηνῶς ἐχρήσατο τοῖς ὑπηκόοις, εἰς τοσαύτην δὲ ἤλασεν ἀλαζονείαν, ὡς νομίζειν οὐ μόνον τῶν καλουμένων θεῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄντως Θεοῦ μείζων εἶναι καὶ δυνατώτερος. Τοῦτον δὲ αὐτοῦ τὸν ἀπληστότατον τῦφον, οὐ μόνον ὁ θεσπέ σιος διδάσκει ∆ανιὴλ, ἀλλὰ καὶ ὁ θειότατος Ἡσαΐας ὁ προφήτης, μᾶλλον δὲ αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου φθεγγόμενος οὕτως· "Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς μού ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν· τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ ἐν τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν." Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Θρήνων μέν εἰσιν ἄξιοι Ἀσσύριοι, μυρίων ὄντες ἐργάται κακῶν· ἀλλ' ὅμως τούτοις διακόνοις εἰς τὰς κατὰ τῶν ἁμαρτωλῶν χρήσομαι τιμωρίας, καὶ οἷόν τινα ῥάβδον κολαστικὴν τούτους τοῖς παρανομοῦσιν ἐπάξω· οὐ τοῖς ἄλλοις δὲ μόνον ἀνθρώποις, ἀλλὰ καὶ τῷ προσαγορευομένῳ μου λαῷ. Ἐπάξω δὲ, διὰ τὴν πολλὴν αὐτοῦ ἀσέβειαν, καὶ παρανομίαν, καὶ τάς τε πόλεις αὐτῶν διὰ τούτων καθελῶ, καὶ τὰ ἐν ταῖς πόλεσι σκῦλα τούτων γενέ σθαι παρασκευάσω. Ἐγὼ μὲν οὖν, οἷόν τινι δημίῳ τῷ Ἀσσυρίῳ χρώμενος, δίκας δι' αὐτοῦ τοὺς παρα νομοῦντας εἰσπράττομαι. "Αὐτὸς δὲ, φησὶν, οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. Καὶ ἐὰν εἴπωσιν αὐτῷ· Σὺ μόνος εἶ ἄρχων, καὶ ἐρεῖ· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος, καὶ Χαλάνην, οὗ πύργος ᾠκο δομήθη, καὶ ἔλαβον Ἀραβίαν, καὶ ∆αμασκὸν, καὶ Σαμάρειαν; Ὃν τρόπον ταύτας, καὶ πάσας τὰς χώρας