1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

85

τῷ πολέμῳ σημαίνει καιρόν. λʹ. "Καὶ εἰσελεύσονται εἰς αὐτὸν οἱ εἰσπορευό μενοι Κίτιοι, καὶ ταπεινωθήσονται." Παραλαβὼν γὰρ πολλοὺς Κυπρίους, καὶ ἑτέρους νησιώτας (τὸ γὰρ Κίτιον μέχρι τῆς σήμερον πόλισμά ἐστι τῆς Κύπρου), ὁρμήσει μὲν κατὰ τῆς Αἰγύπτου, ἡττηθεὶς δὲ καὶ ταπεινωθεὶς ἐπανήξει. "Καὶ ἐπι στρέψει, φησὶ, καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν." Πάντα γὰρ, φησὶ, τὸν θυμὸν, τὸν διὰ τὴν ἧτταν αὐτῷ προσγινόμενον, κατὰ τῆς ἁγίας δια θήκης ἐμέσει. Καὶ δεικνὺς τὸ ἔργον, "Καὶ ποιήσει," φησί. Ἐν γὰρ τῇ δευτέρᾳ παρουσίᾳ τόν τε πολὺν ἐργάσεται φόνον, καὶ τῶν διαφυγόντων τὸν ἀνδρα ποδισμόν. "Καὶ ἐπιστρέψει, καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν." Πᾶσαν, φησὶ, ποιή σεται πρόνοιαν τῶν παρανομησάντων, καὶ τὸ μὲν Ἰουδαΐζειν ἀρνηθέντων, τὸ δὲ Ἑλληνίζειν ἀσπασα- μένων. λαʹ. "Καὶ βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ με 81.1521 ταστήσουσι τὸν ἐνδελεχισμὸν, καὶ δώσουσιν εἰς αὐ τὸν βδέλυγμα ἠφανισμένον." Βραχίονας καλεῖ, ὡς καὶ ἤδη προειρήκαμεν, τοὺς ὑπουργοῦντας αὐτῷ στρατηγοὺς, ἅτε δὴ δίκην βραχιόνων τά τε τοῦ βα σιλέως πληροῦντας προστάγματα. Πέμψει τοιγαροῦν, φησὶ, τινὰς τὸ μὲν ἁγίασμα τῆς δυναστέιας βεβη λοῦντας, ἀντὶ τοῦ, τῷ Θεῷ τῷ παντοδυνάμῳ ἀνακείμενον νεών· βωμὸν δὲ εἰδωλικὸν ἔνδον ἀναστή σοντας· τοῦτο γὰρ καλεῖ βδέλυγμα ἠφανισμένον. ∆ιδάσκει δὲ ἡμᾶς τοῦτο καὶ ἡ δευτέρα τῶν Μακκα βαίων· φησὶ γὰρ οὕτως· "Περὶ δὲ τὸν καιρὸν τοῦ τον, τὴν δευτέραν ἔφοδον ὁ Ἀντίοχος εἰς τὴν Αἴγυ πτον ἐστείλατο." Εἶτα ἐν μέσῳ ὁ συγγραφεύς τινα περὶ τῆς τῶν νόθων ἀρχιερέων φιλονεικίας εἰρη κὼς, ἐπήγαγε· "Προσπεσόντων δὲ τῷ βασιλεῖ, περὶ τῶν γεγονότων ὑπέλαβεν ἀποστατεῖν τὴν Ἰουδαίαν· Ὅθεν ἀναστρέψας ἐξ Αἰγύπτου τεθηριωμένος τὴν ψυ χὴν, ἔλαβε τὴν πόλιν δορυάλωτον, καὶ ἐκέλευσε τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐμπίπτοντας." Εἶτα διηγησάμενος, ὡς κατὰ πάσης ἡλικίας ὁ φόνος ἐχώρει, καὶ ὀκτὼ μυριάδες νεκρῶν ἠριθμήθησαν, πά λιν μετὰ βραχέα φησίν· "Ἀπεχθῆ δὲ πρὸς τοὺς Ἰουδαίους διάθεσιν ἔχων ὁ Ἀντίοχος, ἔπεμψε μυσάρχην Ἀπολλώνιον μετὰ στρατεύματος δισμυρίων πρὸς τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάσῃ πάντας κατασφάξαι." Καὶ μετὰ βραχέα πάλιν φησί· "Μετ' οὐ πολὺν δὲ χρόνον ἀπέστειλεν ὁ βασι λεὺς γέροντα Ἀθηναῖον, ἀναγκάζειν τοὺς Ἰουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων, καὶ τοῖς τοῦ Θεοῦ νόμοις μὴ πολιτεύεσθαι, μολῦναι δὲ καὶ τὸν ἐν Ἱερουσαλὴμ νεὼν, καὶ προσονομάσαι ∆ιὸς Ὀλυμπίου." Ταῦτα προαγορεύων ὁ τῷ μακαρίῳ ∆ανιὴλ προσδιαλεγόμενος ἔφη· "Καὶ βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμόν·" τουτέστι, τὴν καθ' ἡμέραν τῷ Θεῷ προσφερομένην λατρείαν. "Καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα ἠφανι σμένον·" τὸν βωμὸν, ὃν τῷ ∆ιῒ ἀνέστησεν ὁ δυσσεβὴς βασιλεὺς, καὶ χοῖρον ἐπ' αὐτοῦ προσενήνοχε. λβʹ. "Καὶ τοὺς ἀνομοῦντας, φησὶ, διαθήκην ἀπ άξουσιν ἐν ὀλισθήμασι." Τοὺς γὰρ παρανομίᾳ συζῶν τας προφανῶς δυσσεβεῖν παρασκευάσουσι τοῖς ἀπατη λοῖς χρώμενοι λόγοις. "Καὶ λαὸς, γινώσκοντες Θεὸν αὑτῶν, κατισχύσουσι καὶ ποιήσουσι." Τοὺς περὶ τὸν μακάριον Ματταθίαν ἐνταῦθα αἰνίττεται, ὃς πρῶτος τοῖς τοῦ Ἀντιόχου δόγμασιν ἀντιστὰς, καὶ σὺν τοῖς υἱέσι τὴν ἔρημον καταλαβὼν, μετ' ὀλίγων στρατευόμενος τοὺς ἐκείνου κατηγωνίσατο στρα τηγούς. λγʹ. "Καὶ οἱ συνετοὶ λαοῦ, φησὶ, συνήσουσιν εἰς πολλά." Οἱ γὰρ εἰς δέον τῇ παρὰ τοῦ Θεοῦ χορηγη θείσῃ γνώσει χρώμενοι, σφόδρα τῶν ἐκείνου κατα 81.1524 φρονήσουσι νόμων, καὶ τὴν ὑπὲρ τοῦ θείου νόμου τε λευτὴν τῆς μετ' ἀσεβείας ζωῆς προτιμήσουσι. Καὶ τοῦτο σημαίνων ἐπήγαγε· "Καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ, καὶ ἐν φλογὶ, καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν αὐτῶν." ∆ιαφόροις γὰρ καὶ παν τοδαποῖς κολαστηρίοις ὁ δυσσεβὴς χρώμενος κατα πλήττειν ἐπειρᾶτο τοὺς εὐσεβεῖς, ἄωρον αὐτοῖς ἐπι φέρων θάνατον, καὶ οἱονεὶ τὰς ὑπολοίπους αὐτῶν διαρπάζων ἡμέρας. Εἶτα τὰ ὑπὸ τοῦ μακαρίου Ματταθίου, καὶ