1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

82

πρότερον, καὶ εἰς τὸ τέλος τῶν καιρῶν, καὶ ἐπελεύσεται εἰσόδια ἐν δυνάμει με γάλῃ καὶ ἐν ὑπάρξει πολλῇ." Αὖθις γὰρ, φησὶ, μείζω 81.1512 τῆς προτέρας συναγαγὼν στρατείαν ὁρμήσει κατὰ τῆς Αἰγύπτου, ποιήσει δὲ τοῦτο περὶ τὸ τέλος τῆς ἑαυτοῦ βασιλείας· τοῦτο γὰρ σημαίνει· "Εἰς τὸ τέλος τῶν καιρῶν, καὶ ἐπελεύσεται εἰσόδια ἐν δυνάμει με γάλῃ." Ἐνταῦθα διπλασιασμός ἐστιν Ἑβραϊκός· ἠβουλήθη γὰρ εἰπεῖν, ὅτι εἰσόδῳ μεγάλῃ χρήσεται. Ἰδίωμα δέ ἐστι καὶ Ἑβραίων, καὶ Σύρων· καὶ οὗτοι γὰρ κἀκεῖνοι λέγειν εἰώθασιν· Εἰσερχόμενος εἰσ ελήλυθε, καὶ Ἐξερχόμενος ἐξελήλυθε, καὶ Ἐσθίων ἐσθίει, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ὁμοίως. Πλείονι τοίνυν οἱ ἑρμηνευταὶ ἀκριβείᾳ χρώμενοι, καὶ τοῖς Ἑβραίοις ἰδιώμασιν ἠκολούθησαν. ιδʹ. "Καὶ ἐν τοῖς καιροῖς ἐκείνοις, φησὶ, πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ Νότου." Οὕτω γὰρ Ἀντιόχου καταγωνισαμένου τὸν Πτολεμαῖον, ὡς ἀσθενοῦς λοιπὸν καὶ οἱ πλησιόχωροι καταφρονήσουσι. "Καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσον ται, τοῦ στῆσαι ὅρασιν, καὶ ἐπαρθήσονται, καὶ ἀσθενήσουσι." Πάλιν ἐνταῦθα υἱοὺς λοιμῶν τοὺς λοι μοὺς προσηγόρευσεν· οἱ γὰρ πονηρίᾳ, φησὶ, καὶ μο χθηρίᾳ τρόπων συζῶντες, καὶ τὸ δυσσεβῶς ζῇν τῆς εὐσεβείας προαιρούμενοι, πειραθήσονται διὰ τού των τῶν βασιλέων τὴν νομικὴν καταλῦσαι λατρείαν, καὶ οὐκ ἰσχύσουσιν· ἧττον γὰρ ὄντες ἀσεβεῖς οὗτοι θεραπεύοντες τὸ Ἰουδαῖον διετέλεσαν ἔθνος. ιεʹ. "Καὶ εἰσελεύσεται, φησὶν, ὁ βασιλεὺς Βοῤ ῥᾶ, καὶ ἐκχεεῖ πρόσχωμα, καὶ συλλήψεται πόλεις ὀχυράς." Ἀντὶ τοῦ, πολιορκίᾳ, καὶ χώμασι, καὶ μηχανήμασι χρήσεται. "Καὶ βραχίονες τοῦ βα σιλέως τοῦ Νότου οὐ στήσονται·" τουτέστι, πάσης δυνάμεως ἔρημος γενήσεται. "Καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι." Καὶ τοὺς ἀριστέας δὲ αὑτοῦ συλλέγων ὀνήσει οὐ δέν. ιʹ. "Καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ." Ῥᾴδιον γὰρ, φησὶ, λοιπὸν ἑκάστῳ καταφρονεῖν αὐτοῦ, τῷ μὴ δύνασθαι ἀνταγωνίζε σθαι, καὶ τῶν ἐναντίων περιγενέσθαι. "Καὶ στήσεται ἐν τῇ γῇ τοῦ Σαβείρ." Ἔνια τῶν ἀντι γράφων, "ἐν τῇ γῇ τοῦ Σαβαεὶμ" ἔχει· τινὲς δὲ τῶν τὴν Ἑβραίων φωνὴν εἰς τὴν Ἑλλάδα μεταβεβληκότων, γῆν θελήσεως τὴν γῆν τοῦ Σαβεὶρ κε κλήκασι· σημαίνει δὲ τὴν τῆς ἐπαγγελίας γῆν, θελή σεως οὖσαν· καὶ τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησε καὶ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ. Καὶ τὸ Σαβαεὶμ δὲ δυνάμεως ἑρμηνεύεται. Εἴτε γοῦν γῆ εὐδοκίας, εἴτε γῆ δυνάμεως ἡ Ἰουδαία κέκληται (καὶ γὰρ καὶ ἄνω δύναμιν αὐτὴν προσηγόρευσε, καὶ ἐνταῦθα Σα βαεὶμ εἴτ' οὖν Σαβεὶρ), εἰσελεύσεται, φησὶν, ὁ βασι λεὺς τοῦ Βοῤῥᾶ καὶ εἰς ταύτην τὴν γῆν. "Καὶ συντε 81.1513 λεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ." Τουτέστιν, εὐοδωθή σεται· οὕτω γὰρ ἡμᾶς καὶ ὁ Ἰώσηππος διὰ τῆς ἱστορίας ἐδίδαξεν, ὅτι αὐτόματοι τὸν Ἀντίοχον οἱ Ἰουδαῖοι δεξάμενοι σφόδρα ὑπ' αὐτοῦ ἐτιμήθησαν. ιζʹ. "Καὶ τάξει τὸ πρόσωπον αὑτοῦ, φησὶν, εἰσ ελθεῖν ἐν ἰσχύϊ πάσης τῆς βασιλείας αὐτοῦ." Ἐπιχει ρήσει γὰρ ἅπασαν τοῦ βασιλέως τοῦ Νότου σφετερί σασθαι τὴν βασιλείαν. "Καὶ εὐθεῖα, φησὶν, ἅπαντα μετ' αὐτοῦ ποιήσει." Ἀποδώσει γὰρ αὐτῷ πάντα ὅσα ἥρπασεν. "Καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτὴν, καὶ οὐ μὴ παραμείνῃ, καὶ οὐκ αὐτῷ ἔσται." Ὅπερ ἄνω ἀσαφῶς εἴρηκεν, τοῦτο ἐνταῦθα σαφῶς· δώσει μὲν γὰρ αὐτῷ, φησὶ, γυναῖκα τὴν ἑαυτοῦ θυγατέρα, οὐκ εἰς μακρὰν δὲ αὕτη ἀποδοθήσεται τῷ δεδωκότι, καὶ τὸ συνοικέσιον διαλυθήσεται. Οὕτω δὲ, φησὶ, διαθεὶς τὴν Αἴγυπτον, ιηʹ. "Ἐπιστρέψει τὸ πρόσωπον αὑτοῦ εἰς τὰς νή σους, καὶ συλλήψεται πολλὰς, καὶ καταπαύσει ἄρ χοντας ὀνειδισμοῦ αὑτοῦ· πλὴν ὁ ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ." Πολλὰς γὰρ τῶν νήσων ὑφ' ἑαυτὸν ποιησάμενος, καὶ τοὺς ἐκείνων ἐθνάρχας τοῦ ἄρχειν παύσας, καταγελάστους ἐποίησεν. Ἀλλὰ τούτου, φησὶ, τοῦ ὀνειδισμοῦ καὶ αὐτὸς ἀπολαύσει. Ῥωμαῖοι γὰρ ἐν Θερμοπύλαις αὐτὸν καταγωνισάμενοι, καὶ τῆς πολλῆς αὐτὸν θρασύτητος παύσαντες, δασμὸν αὐτῷ χιλίων ταλάντων ἐπέθεσαν, καὶ τοῦτον φέρειν καθ' ἕκαστον ἐνιαυτὸν κατηνάγκασαν, καὶ τὸν υἱὸν δὲ αὐτοῦ