1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

73

γονε τὰ πάλαι τῷ ἀρχιερεῖ μόνῳ βατά. Τοῦτο δὲ γέ 81.1484 γονεν ὑπὲρ τοῦ κόσμου παντὸς τῆς θυσίας προσενε χθείσης. Εἰ δέ τις καὶ τὸν χρόνον καταμαθεῖν ἐθέ λει, ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου μαθήσεται. Ὡς περὶ τὰ τρία ἔτη καὶ ἥμισυ κηρύξας ὁ Κύριος, καὶ τοὺς ἁγίους αὑτοῦ μαθητὰς τῇ διδασκαλίᾳ καὶ τοῖς θαύμασι βεβαιώσας, τότε τὸ πάθος ὑπέμεινε· μετὰ δὲ τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνά στασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησιν, τὸν λοιπὸν τῆς ἑβδο μάδος χρόνον οἱ ἅγιοι ἀπόστολοι ἐν Ἱεροσολύμοις κηρύττοντές τε καὶ θαυματουργοῦντες, πολλάς τε ἀνθρώπων χιλιάδας εἰς τὴν εὐαγγελικὴν ποδηγήσαν τες διδασκαλίαν, τῆς Νέας ∆ιαθήκης ἠξίωσαν καὶ τῆς τοῦ παναγίου βαπτίσματος χάριτος τυχεῖν παρεσκεύα σαν. Εἶτα τῶν κατὰ τὸν ἅγιον Στέφανον ὑπὸ τῶν Ἰουδαίων τολμηθέντων, διεσπάρησαν μὲν οἱ ἄλλοι κατὰ τὰς πόλεις τῆς Ἰουδαίας, οἱ δὲ θεῖοι ἀπόστολοι σμικρὸν ἐν Ἱεροσολύμοις διατρίψαντες χρόνον, εἰς τὴν Σαμάρειαν καὶ Καισάρειαν, Λύδδαν τε καὶ Ἰώππην περιιόντες, ἅπασιν ἀνθρώποις τὰ σωτήρια δόγματα προσφέρειν ἠπείγοντο. Τούτου χάριν ὁ θεῖος ἀρχάγγελος τῷ μακαρίῳ φησὶ ∆ανιὴλ, ὅτι "∆υνα μώσει διαθήκην πολλοῖς ἑβδομὰς μία," τόν τε πρὸ τοῦ σταυροῦ τοῦ Κυρίου χρόνον, καὶ τὸν μετὰ τὴν ἀνάστασιν τοῦ Σωτῆρος τῶν ἁγίων ἀποστόλων ἐν Ἱεροσολύμοις διδασκαλίαν κατὰ ταὐτὸν συναγαγών. Εἶτα διαιρεῖ διχὰ τὴν ἑβδομάδα, καί φησι· "Καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή." Τῆς γὰρ ἀληθινῆς προσφερομένης θυσίας, τέλος λήψεται ἡ τοῦ νόμου σκιά. Καὶ ἐπὶ τούτοις φησίν· "Ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως" ∆ιὰ ταύτην γὰρ, φησὶ, τὴν θυσίαν οὐ μόνον ἐκείνη ἡ θυσία παυθήσεται, ἀλλὰ καὶ βδέλυγμα τῆς ἐρη μώσεως ἐπὶ τὸ ἱερὸν δοθήσεται, τουτέστι, τὸ πάλαι σεπτὸν καὶ φρικῶδες ἔρημον ἀναφανήσεται. Ση μεῖον δὲ τῆς ἐρημίας γενήσεται εἰκόνες τινὲς ἀπ ηγορευμέναι τῷ νόμῳ εἰς τοῦτον εἰσκομιζόμεναι. Τοῦτο δὲ πεποίηκε Πιλάτος νύκτωρ εἰς τὸν θεῖον νεὼν τὰς βασιλικὰς εἰσκομίσας εἰκόνας παρὰ τὸν θεῖον νόμον. Τοῦτο δὲ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοῖς ἁγίοις αὑτοῦ προέλεγε μαθηταῖς· "Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ εἰρη μένον διὰ ∆ανιὴλ τοῦ προφήτου, γινώσκετε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβήτω ἆραί τι ἀπὸ τῆς οἰκίας αὑτοῦ." Ταῦτα δὲ ἔλεγε σημαίνων τὸ τάχος τῆς καταληψο μένης αὐτοὺς πανωλεθρίας. Καὶ μικρὸν δὲ πρὸ τού των φησίν· "Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπ εσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυν αγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελή 81.1485 σατε. ∆ιὰ τοῦτο λέγω ὑμῖν, ὅτι ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος." Ταῦτα προλέγων ὁ ἅγιος Γαβριὴλ, μετὰ τὸ προθεσπίσαι τῆς κατὰ τὸν νόμον λατρείας τὴν παῦλαν, ἐπήγαγε καὶ ἐπὶ τούτοις· "Ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως." Καὶ ἵνα μὴ νο μίσωσιν οἱ Ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τὸν θεῖον νεὼν τὴν προτέραν εὐπρέπειάν τε καὶ δόξαν, ἀναγκαίως ἐπήγαγε· "Καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν." Ἕως γὰρ, φησὶ, τῆς τοῦ αἰῶνος συντελείας ἡ τῆς ἐρημώσεως συντέλεια μενεῖ, μεταβολὴν οὐ δεχομένη. Τοῦτο καὶ ὁ μακάριος ἔφη ∆αβίδ· "Ἐν ὀργῇ συντελείας καὶ οὐ μὴ ὑπάρξουσι, καὶ γνώσονται ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ, καὶ τῶν περάτων τῆς γῆς." Γνώσονται δὲ ὅταν ἴδωσι τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Τότε γὰρ "κόψονται κατὰ φυλὰς, τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν." Εἰ δ' οὐχ οὕτως ταῦτα ἔχει, ἐπειδὴ ὁ τῶν τετρακοσίων καὶ ἐννενή κοντα ἐτῶν διελήλυθεν ἀριθμὸς, καὶ ἕτερα δὲ πρὸς τούτοις πλέον ἢ τεσσαράκοντα καὶ τετρακόσια, δει ξάτωσαν ἐπὶ τίνων ἔλαβε πέρας ἡ τοῦ ἀρχαγγέλου χρησμολογία. Ἐπὶ τῶν Μακκαβαίων; Ἀλλ' οὐκ ἔστι τετρακόσια καὶ ἐννενήκοντα ἔτη ἀπὸ ∆αρείου μέχρις αὐτῶν, οὔτε μὴν ἀπὸ Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος· ἀπὸ γὰρ Κύρου μέχρις Ἀντιόχου τοῦ