1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

26

μόνον, ἀλλὰ καὶ τὸ ὄνομα τῆς δόξης αὐτοῦ. Καλῶς δὲ πανταχοῦ "Κύριον καὶ Θεὸν τῶν πατέρων" ἀποκαλοῦσι, σφᾶς αὐτοὺς ἀναξίους εἶναι ταυτησὶ τῆς προσηγορίας ὁμολογοῦντες. νγʹ. "Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου, καὶ ὑπεραινετὸς, καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας." Ἄληστον ἔχουσι τοῦ θείου νεὼ τὴν μνήμην, καὶ ἀκριβεῖς ὄντες τοῦ νόμου φύλακες, ἐννόμως προσεύχονται· ἀντὶ τοῦ· Εἰς ἐκεῖνον ἀποβλέποντες τὸν νεὼ, ἔνθα σου ἡ δόξα ἐπιφαίνεσθαι εἰώθει, τοῦτόν σοι τὸν ὕμνον προσφέρομεν· εἰ γὰρ καὶ μυ ριάκις ἐμπέπρησται, τῆς σῆς ἁγιωσύνης μετέχει. Καὶ ἵνα μή τις ὑπολάβῃ περιγράφειν αὐτοὺς τόπῳ τὸν ἀσώματόν τε καὶ ἀπεριόριστον Θεὸν, ἀναγκαίως ἐπάγουσιν· νδʹ. "Εὐλογητὸς εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας." Εἶτα δεικνύντες τίνα θρόνον καλοῦσιν, εὐθὺς ἐπιφέ ρουσιν· νεʹ. "Εὐλογητὸς εἶ, ὁ βλέπων ἀβύσσους, καθ ήμενος ἐπὶ Χερουβὶμ, καὶ ὑπερύμνητος, καὶ ὑπερ υψούμενος εἰς τοὺς αἰῶνας." Καὶ ἐπειδὴ καὶ ὁ νεὼς ἐκεῖνος εἶχε τῶν Χερουβὶμ τὰς εἰκόνας ἐν τοῖς ἁγίοις τῶν ἁγίων, ὡς ἂν μηδεμία τοῖς ἀκούουσιν ἐν τεῦθεν γένηται βλάβη, καὶ περιγεγράφθαι νομίσωσι τὸν Θεὸν, θεραπεύουσι τὸν ἀκροατὴν, λέγοντες· ν ϛʹ. "Εὐλογητὸς εἶ ἐν τῷ στερεώματι τοῦ οὐ ρανοῦ, καὶ ὑπερύμνητος, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας." Πανταχοῦ γὰρ, φασὶν, εἶ, καὶ τὰ σύμπαντα πληροῖς, καὶ πᾶσαν περιέχεις τὴν κτίσιν. Οὕτως ὑμνήσαντες καλοῦσιν ἅπασαν τὴν γενητὴν φύσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας, οὐ μόνον τὴν λο γικὴν, ἀλλὰ καὶ τὴν ἄλογόν τε καὶ ἄψυχον. νζʹ. "Εὐλογεῖτε γὰρ, φασὶ, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς πάντας τοὺς αἰῶνας." Καὶ οὐκ ἀνέχονται τῆς κοι νῆς κλήσεως μόνης, ἀλλὰ καὶ ἰδίᾳ ἕκαστον συγκα λοῦσιν, καὶ οὐ μόνον τὰ ὁρώμενα, ἀλλὰ καὶ τὴν ἀό ρατον φύσιν. 81.1337 νηʹ. "Εὐλογεῖτε γὰρ, φασὶν, ἄγγελοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας." Καὶ ἵνα μὴ, καθ' ἕκαστον ἑρμηνεύων, εἰς μῆκος ἄπειρον ἐκτείνω τὸν λόγον, καλοῦσιν εἰς τὴν χορείαν, καὶ οὐρανὸν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν, καὶ τὰς δυνάμεις τὰς τὸν θεῖον θρόνον περιπολούσας. Καλοῦσι δὲ καὶ ἥλιον, καὶ σελήνην, καὶ τοὺς ἄλλους φωστῆρας· καὶ οὐ μόνον τὰ κατ' οὐ ρανὸν, ἀλλὰ καὶ τὰ ἐν τῷ ἀέρι γινόμενα, ὄμβρον καὶ δρόσον, καὶ πνεύματα· εἶτα τὰς ἐναντίας ποιότητας, ψύχος καὶ καῦμα· εἶτα φύσιν ὁμοῦ καὶ ἐνέργειαν, πῦρ καὶ καῦμα· τὸ μὲν γὰρ πῦρ φύσεως ὄνομα, τὸ δὲ καῦμα οὐκέτι οὐσία, ἀλλὰ πυρὸς ἐνέργεια. Καλοῦσι δὲ καὶ δρόσον, καὶ νιφετὸν, καὶ πάγον, καὶ ψύχος, καὶ πάχνας, καὶ χιόνας, καὶ ἀστραπὰς, καὶ νεφέ λας, τὰ συγγενῆ καὶ ὁμόφυλα. Εἶτα νύκτας καὶ ἡμέρας, καὶ τὰ τούτων ποιητικὰ, φῶς καὶ σκότος· τὰ μὲν γὰρ ὀνόματα, τὰ δὲ πράγματα· "Ἐκάλεσε γὰρ, φησὶν, ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα." Εἰ γὰρ καὶ σκιὰ τὸ σκότος ἐστὶ, καὶ οὐκ οὐσία, ἀλλὰ πρᾶγμά ἐστι συμβεβηκὸς, καὶ τῆς νυκτὸς ποιητικόν. Καὶ ἐπειδὴ δρόσου καὶ νιφετοῦ ἐμνημόνευσαν, ἀναγκαίως δεικνύουσι καὶ τὰς τούτων πηγάς· "Εὐλογεῖτε γὰρ, ἔλεγον, ἀστραπαὶ καὶ νε φέλαι·" αἱ μὲν τίκτουσαι, αἱ δὲ τὰς ὠδῖνας προμη νύουσαι. "Ἀστραπὰς γὰρ, φησὶν ὁ προφήτης, εἰς ὑετὸν ἐποίησεν." Οὕτω μνημονεύσαντες τῶν κατ' οὐρανὸν καὶ ἀέρα, καὶ ἑκάστῳ ὑμνεῖν παρακελευσά μενοι, ἐπὶ τὴν κοινὴν μητέρα τὴν γῆν τοῦ ὕμνου μεταφέρουσι τὴν παρακέλευσιν, καί φασιν· οδʹ. "Εὐλογείτω ἡ γῆ τὸν Κύριον, ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας." Εἶτα κατὰ διαίρεσιν· οεʹ. "Εὐλογεῖτε, ὄρη καὶ βουνοὶ, τὸν Κύριον." Ἔπειτα τὰς ταύτης ὠδῖνας· ο ϛʹ. "Εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν Κύριον." Εἶτα τὴν ἀρδείαν ἧς δέονται· "Εὐλογεῖτε, αἱ πηγαὶ, τὸν Κύριον." Καὶ ἐπειδὴ τῆς κάτω μοί ρας ἐστὶ καὶ ἡ θάλασσα, καὶ οἱ ποταμοὶ, ἀναγ καίως καὶ τούτων ἐποιήσαντο τὴν μνήμην· μνη μονεύουσι δὲ καὶ τῶν τῆς θαλάττης τροφίμων. οθʹ. "Εὐλογεῖτε γὰρ, φησὶ, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον." Μετὰ ταῦτα τὰ πετεινὰ καλοῦσι, καὶ τὰ θηρία, καὶ τὰ κτήνη, καὶ ἔσχατον ἁπάντων τῶν ἀνθρώπων τὴν φύσιν, τῆς κοσμογονίας τὴν τάξιν