1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

38

κατοικίᾳ τῆς γῆς." Καὶ αὕτη δὲ ἑτέρου προφήτου διδασκαλία. Ὁ γὰρ μακάριος ∆αβὶδ λέγει· "Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ." Τοῦτο καὶ οὗτος κηρύττει. "Ἃ γὰρ θέλει, φησὶ, καὶ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς," πρυτανεύει καὶ δεσπόζει, οὐ μόνον τῆς γῆς, ἀλλὰ δὴ καὶ αὐτῶν τῶν οὐρανῶν. Εἶτα καὶ ἄμαχον δεικνὺς τῆς δυνάμεως· "Καὶ οὐκ ἔστι, φησὶν, ὃς ἀντιστήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ αὐτῷ· Τί τοῦτο ἐποίησας;" Ἀνάγκη γὰρ στέργειν τὰ ὑπ' αὐτοῦ γινόμενα, ἐάν τε θυμήρη, ἐάν τε ἀλγεινὰ ᾖ· τολμηρὸν γὰρ τὸ ἀντιτείνειν, καὶ αἰτιᾶσθαι τὰ ὑπ' αὐτοῦ σοφῶς πρυτανευόμενα. Ταῦτα, φησὶ, γνοὺς καὶ ὁμολογήσας, καὶ τὸν Ὕψιστον δοξάσας, εἰς ἐμαυτὸν ἐπανῆλθον, καὶ τὴν προτέραν βασιλείαν μετ' εὐσεβείας ἀπέλαβον. λγʹ. "Αὐτῷ γὰρ τῷ καιρῷ αἱ φρένες μου ἐστρά φησαν πρός με, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ' ἐμέ." Αὐχμῶν γὰρ, ὡς εἰκὸς, καὶ ῥυπῶν, ἀποκειράμενος καὶ τὰ περιττὰ τῶν ὀνύχων ἀφελόμενος, καὶ τὸν ῥύπον ἀπονιψάμενος, καὶ τῆς θείας χάριτος ἀπολαύ σας, ἐπεγνώσθη ὅτι ἄνθρωπος ἦν ἐκεῖνος, ὁ πρότε ρον τὴν μεγίστην διέπων βασιλείαν. "Καὶ οἱ τύ ραννοί μου, φησὶ, καὶ οἱ μεγιστᾶνές μου ἐπεζήτουν με." Ἀποθέμενοι γὰρ κἀκεῖνοι τὸ μῖσος, διάθεσιν περὶ ἐμὲ καὶ φίλτρον ἔλαβον. "Καὶ ἐπὶ τὴν βασι λείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισσο τέρα προσετέθη μοι." Καὶ τοῦτο δὲ πάλιν εὐσεβείας γέμει τὸ ῥῆμα· οὐ γὰρ εἶπε, Μεγαλωσύνην περισ σοτέραν ἐκτησάμην, ἀλλὰ, "Προσετέθη μοι," τὸν χορηγὸν ὑποδεικνὺς, καὶ τῶν ἀγαθῶν κηρύττων τὸν αἴτιον. λδʹ. "Νῦν οὖν, φησὶν, ἐγὼ Ναβουχοδονόσορ αἰνῶ, καὶ ὑψῶ, καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ, καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφα νίᾳ δύναται ταπεινῶσαι·" Λαβὼν γὰρ πεῖραν τῶν λυπηρῶν, εἶτα τούτων ἀπαλλαγεὶς, αἰνῶ καὶ ὑμνῶ τὸν ταῦτά μοι κἀκεῖνα λυσιτελῶς ἐπαγαγόντα, καὶ λίαν σοφῶς· καὶ οἶδα αὐτὸν οὐρανοῦ βασιλέα καὶ τῶν ἁπάντων ∆εσπότην, ἀληθείᾳ χρώμενον καὶ δικαίως ἅπαντα πρυτανεύοντα, καὶ τοὺς ὑπερηφανίᾳ χρωμέ νους ταπεινῶσαι δυνάμενον. Μαθόντες τοίνυν, ὅπως ὑπερηφανία καὶ τῦφος τοὺς χρωμένους λωβᾶται, καὶ ὡς ὁ τούτοις χαίρων τρυγᾷ καρποὺς οὐκ ἀγαθοὺς, τὴν μητέρα τῶν ἀγαθῶν ταπεινοφροσύνην κτησώ 81.1376 μεθα· τοῦτο γὰρ καὶ ὁ Κύριος μακαρίζει τὸ κτῆμα, ὡς πρόσοδον ἔχον τὴν βασιλείαν τῶν οὐρανῶν. "Μα κάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐ τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν." Προτίθησι δὲ καὶ ἑαυτὸν ἀρχέτυπον τοῖς ὠφελεῖσθαι βουλομένοις, λέγων· "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ." Καὶ δεικνὺς, ἡλίκος τούτων ὁ καρπὸς, εὐθὺς ἐπήγαγε· "Καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν." Εἰ δὲ τῶν ἁπάντων ὁ Ποιητὴς καὶ ∆εσπότης ταπεινὸν ἑαυτὸν καλεῖ καὶ διὰ τῶν πραγ μάτων δείκνυσι, ποίας ἑτέρας συμβουλῆς δεῖται ἄν θρωπος, ὁ χοῦς, ὁ πηλὸς, ἡ βῶλος, ἡ σποδὸς, ἡ μα ταιότης, τὸ ἄνθος, ὁ χόρτος; Ταῦτα γὰρ ἅπαντα ὑπὸ τῆς θείας Γραφῆς προσαγορεύεται. Αἰσχυνθῶμεν τοίνυν τὴν τοῦ ∆εσπότου μετριότητα, ὃς, πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτω χείᾳ πλουτήσωμεν, καὶ τῆς φύσεως τὸ θνητὸν κα ταμάθωμεν· καὶ τῆς παρούσης εὐημερίας θεώμενοι τὸ ὀξύῤῥοπον, μηδὲν μὲν ἀλαζονικὸν ἐπὶ τοῖς παροῦσι φρονήσωμεν· γελάσωμεν δὲ μᾶλλον αὐτῶν τὸ εὔτρεπτον καὶ ἀβέβαιον, καὶ ἐπιθυμῶμεν ἐκεί νων ἐπιτυχεῖν τῶν ἀγαθῶν, ἃ διαρκῆ τὴν φύσιν καὶ μόνιμον ἔχει· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΜΟΣ Εʹ.