1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

18

καταλῦσαι, καὶ πεῖσαι φρο νεῖν ἀνθρώπινα, καὶ ἀναμένειν καὶ τῆς ζωῆς καὶ βασιλείας τὸ τέλος. Πρῶτον μὲν οὖν διὰ τούτων αὐτοῦ ποιεῖται τὴν ἐπιμέλειαν, ἔπειτα τῇ λήθῃ τοῦ ἐνυπνίου ἐλέγχει τὴν τῶν μάγων καὶ Χαλδαίων ψευ δολογίαν· δείκνυσι δὲ τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν, καὶ διὰ τῆς τῶν θεραπόντων σοφίας τὴν θείαν αὐτοῦ δύναμιν παραδηλοῖ, καὶ εἰς προσκύνησιν ἕλκει τὴν ἑαυτοῦ τοὺς ἀγνοοῦντας, μᾶλλον δὲ τοὺς τὴν παρὰ πάντων ἀπαιτοῦντας προσκύνησιν τοὺς ἁγίους αὑτοῦ θεράποντας προσκυνεῖν ἀναγκάζει. Καὶ τοῦτο ἡμᾶς ἡ ἱστορία διδάσκει. μ ϛʹ. "Τότε γὰρ, φησὶν, ὁ βασιλεὺς Ναβουχοδονό σορ ἐπὶ πρόσωπον ἔπεσε, καὶ τῷ ∆ανιὴλ προσεκύ νησε, καὶ μαναὰ καὶ εὐωδίαν εἶπε σπεῖσαι αὐτῷ." Ἐνθυμήθητι δὲ, ἡλίκον ἐκεῖνον τὸν ἀλαζόνα, τὸν μεμηνότα, τὸν καὶ Θεὸν εἶναι νομίσαντα (δι' ἑτέρου γὰρ προφήτου φησὶν ὁ Θεὸς πρὸς αὐτόν· "Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεὸς"), τὸν πάντας ἀν θρώπους ὑπηκόους ποιησάμενον, τὸν αἰχμάλωτον προσκυνεῖν τὸν Ἰουδαῖον, τὸν ἀνδραπόδου τάξιν ἀποπληροῦντα, καὶ ἡγεῖσθαι διὰ τούτου τὸν τούτου προσκυνεῖν Θεόν. Τούτου γὰρ χάριν "μαναὰ καὶ 81.1312 εὐωδίαν σπεῖσαι αὐτῷ," τουτέστι, λιβανωτὸν καὶ θυ μίαμα προσενεχθῆναι αὐτῷ ἐνετείλατο. Αἰνίττεται δὲ διὰ τούτων ἡ ἱστορία, ὡς τοῖς δοκοῦσιν ἱερεῦσι τοῦτο ποιῆσαι παρεγγύησεν. Ὁ γὰρ προσκυνήσας πάντως ἂν καὶ τὴν εὐωδίαν προσενηνόχει, εἴπερ ἱερατεύειν εἰώθει. Ἐπειδὴ δὲ τοῦτο ἄλλοις πάντως ἁρμόττον ἦν, αὐτὸς μὲν οὐκ ἐπεχείρει ποιεῖν, ἃ μὴ προσῆκον ἦν, τοῖς δὲ ποιεῖν εἰωθόσι τοῦτο ποιῆσαι παρακελεύεται. Καὶ ἵνα μὴ δόξῃ, μάτην ἄνθρωπον προσκυνεῖν, λέγει τῷ ∆ανιήλ· "Ἐπ' ἀλη θείας ὁ Θεὸς ὑμῶν οὗτός ἐστι Θεὸς θεῶν, καὶ Κύ ριος τῶν βασιλέων, καὶ ὁ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο." Το σαύτην ἔκ τε τοῦ ἐνυπνίου, καὶ τῆς τοῦ ἐν υπνίου λήθης ὠφέλειαν αὐτῷ τῶν ὅλων ὁ πρύτανις προσενήνοχε. Πρῶτον μὲν γὰρ ἔγων τὴν οἰκείαν εὐ τέλειαν, ἔπειτα μεμάθηκε τῶν ὑπ' αὐτοῦ προσκυνου μένων θεῶν τὴν ἀσθένειαν, πρὸς τούτοις ἐδιδάχθη τὴν ἐνέργειαν τοῦ ὄντως Θεοῦ. Οὗ χάριν βοᾷ· "Ἐπ' ἀληθείας ὁ Θεὸς ὑμῶν, οὗτός ἐστι Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν βασιλέων, καὶ ἀποκαλύπτων μυστήρια." Θεὸν δὲ θεῶν προσαγορεύει, οὐ κατὰ τὴν διάνοιαν τῆς θείας Γραφῆς· ἡ μὲν γὰρ θεία Γραφὴ τοὺς ἠξιωμένους ἱερωσύνης ὀνομάζει θεούς· "Θεοὺς γὰρ, φησὶν, οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς·" οὗτος δὲ θεοὺς τὰ εἴδωλα προσηγόρευσεν· οὐδέπω γὰρ ἠδυνήθη τὸ παν τελῶς αὐτῶν ἀσθενὲς συνιδεῖν. Μεμάθηκε δὲ ὅμως τὸ διάφορον, διὸ καὶ Θεὸν τῶν θεῶν τὸν τῶν ὅλων προσαγορεύει Θεὸν, καὶ Κύριον βασιλέων. Ταῦθ' οὕτως ὁμολογήσας, μηʹ. "Ἐμεγάλυνε τὸν ∆ανιὴλ, καὶ δόματα πολλὰ ἔδωκεν αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς χώρας Βαβυλῶνος, καὶ ἄρχοντα σατραπῶν, καὶ ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος." Καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας ἴδιον. Μεγίστην φέρει τοῖς ὑπ ηκόοις τὴν ὠφέλειαν τοῦ ἄρχοντος ἡ εὐσέβεια· τοῦτο δὲ καὶ ἐπὶ τοῦ Ἰωσὴφ πεποίηκεν ὁ ∆εσπότης. Καὶ συν τομώτερον ὁ μακάριος ∆αβὶδ τὰ κατ' αὐτὸν διηγού μενος, καὶ τὴν θείαν πρόνοιαν ὑμνῶν, φησίν· "Ἐξ απέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη ὁ Ἰωσήφ." Εἶτα τὰ συμβεβηκότα αὐτῷ δυσ χερήματα λέξας, καὶ τῆς εἱρκτῆς, καὶ τῶν δεσμῶν μνημονεύσας, ἐπήγαγεν· "Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν αὐτὸν ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτὸν, καὶ κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὑτοῦ, καὶ ἄρ χοντα πάσης τῆς κτήσεως αὑτοῦ· παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ, ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι." Οὕτω κἀντεῦθεν πεποίηκε τῶν ὅλων ὁ Πρύτανις. Ἄρχοντα γὰρ σατραπῶν καὶ τῶν 81.1313 σοφῶν Βαβυλῶνος τὸν τρισμακάριον ∆ανιὴλ καταστή σας, ἀρχέτυπον αὐτὸν εὐσεβείας καὶ τῆς ἄλλης προὔθηκεν ἀρετῆς· ἀλλ' ὅμως οὐκ ἠνέσχετο μόνος ταύτης ἀπολαῦσαι τῆς τιμῆς ὁ προφήτης, ἀλλὰ τοὺς κοινωνοὺς τῆς εὐχῆς κοινωνοὺς ἔλαβε καὶ τῆς τιμῆς. μθʹ. "Ἠτήσατο γὰρ, φησὶ, παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ πάντα τὰ ἔργα τῆς χώρας Βα βυλῶνος τὸν Σιδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, καὶ ∆ανιὴλ