1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

69

περιώρισεν, ἑπτάκις εἰς ἑαυτὸν τοῦτον ἀνελίξας τὸν χρόνον τὴν κατὰ νόμον πολιτείαν περιορίζει. "Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν," ἀντὶ τοῦ, ἐδοκιμάσθησαν, καὶ ἐκρίθησαν· οὕτω γάρ τινες τῶν ἑρμηνευτῶν ἐκ δεδώκασιν· "ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν 81.1472 σου τὴν ἁγίαν, ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν·" ἀντὶ τοῦ, ἕως ἂν αὐ ξηθῇ αὐτῶν τὸ δυσσεβὲς τόλμημα, καὶ τέλος λάβῃ ἡ ἁμαρτία. Λέγει δὲ ἁμαρτίαν τελειουμένην, καὶ παράπτωμα παλαιούμενον, εἴτ' οὖν αὐξανόμενον, καὶ εἰς ἔσχατον ἀφικνούμενον, τὸν κατὰ τοῦ Κυρίου τολμηθέντα σταυρόν. Πρὸ μὲν γὰρ τούτου μυρία τε τολμηκότες κακὰ ἔδοσαν μὲν δίκας, καὶ ἔτισαν τιμω ρίας ὑπὲρ ὧν ἐπλημμέλησαν, ἀλλὰ πάλιν συγγνώμης ἀπολαύσαντες φιλανθρωπίας ἠξιώθησαν· μετὰ δὲ τὴν κατὰ τοῦ ∆εσπότου μανίαν, καὶ τὸν τολμηθέντα σταυρὸν, οὐδεμιᾶς ἔτυχον ἀνακλήσεως, ὡς αὐτὰ βοᾷ τὰ πράγματα· ἀλλὰ πλειόνων ἢ τεσσαράκοντα καὶ τετρακοσίων διαδραμόντων ἐτῶν σποράδες μεμενήκασι, καὶ τῆς οἰκουμένης μέτοικοι. ∆ιὰ τοῦτό φησι τῷ μακαρίῳ ∆ανιὴλ ὁ ἅγιος ἀρχάγγελος· "Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα, καὶ τοῦ τελεσθῆναι ἁμαρτίαν." Καὶ ἐπειδὴ ἔμελλεν ὁ ∆εσπότης Χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τῶν ἁμαρτημάτων δωρεῖ σθαι τὴν ἄφεσιν, ὡς καὶ ὁ μακάριος Ἰωάννης ἐβόα, λέγων· "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου," εἰκότως ἐπήγαγε· "Καὶ τοῦ σφραγί σαι ἁμαρτίας, καὶ τοῦ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας." Ἀπήλειψε μὲν γὰρ τὰς ἀνο μίας τῶν εἰς αὐτὸν πεπιστευκότων, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ᾗ φησιν ὁ μακάριος Παῦλος. Ἐσφράγισε δὲ τὰς ἁμαρτίας, παύσας μὲν τὴν κατὰ νόμον πολιτείαν, τὴν δὲ τοῦ Πνεύματος δωρησάμενος χάριν, ὑφ' ἧς βοηθούμενοι περιγίνονται τῶν παθῶν οἱ πνευματικῶς πολιτευόμενοι. Οἷς προστέθεικε· "Καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον." ∆ικαιο σύνη δὲ αἰώνιος κυρίως ἐστὶν αὐτὸς ὁ ∆εσπότης Χριστός. Περὶ γὰρ αὐτοῦ φησιν ὁ μακάριος Παῦλος· "Ἐδόθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις." Καὶ περὶ τοῦ Εὐαγγε λίου δὲ Ῥωμαίοις ἐπιστέλλων ἔφη, ὅτι "∆ικαιοσύνη Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται." Ἐπειδὴ δὲ φιλοτιμίᾳ χρησάμενος, καὶ τὴν πρόξενον τῆς αἰωνίου ζωῆς δικαιοσύνην τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐχαρί σατο, ἣν καὶ αἰτεῖν προσευχομένοις παρεκελεύσατο· "Αἰτεῖτε, λέγων, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ·" ἀναγκαίως εἶπεν ὁ ἅγιος Γα βριήλ· "Καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον." Προσ τέθεικε δέ· "Καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφή την·" τουτέστι, τοῦ δοῦναι μὲν τέλος ἁπάσαις ταῖς προφητείαις· "Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιο σύνην παντὶ τῷ πιστεύοντι·" παῦσαι δὲ λοιπὸν τὴν προφητικὴν χάριν ἀπὸ τοῦ Ἰουδαίων ἔθνους. Εἰ γὰρ μὴ ἐπιφανεὶς ὁ ∆εσπότης Χριστὸς πεποίηκέ τε καὶ πέπονθεν, ἅπερ οἱ προφῆται προεῖπον, οὐκ ἂν ἐδεί 81.1473 χθη τῶν προφητῶν ἡ ἀλήθεια. Πληροῖ τοίνυν, καὶ οἱονεὶ σφραγίζει καὶ βεβαῖοι τὰ ὑπὸ τῶν προφητῶν προῤῥηθέντα, ποιῶν ἅπαντα καὶ πάσχων τὰ ὑπ' ἐκείνων χρησμῳδηθέντα. Τούτοις πάλιν προστέθεικε· "Καὶ τοῦ χρίσαι Ἅγιον ἁγίων." Τίς δὲ οὗτός ἐστιν ὁ τῶν ἁγίων Ἅγιος; εἰπάτωσαν Ἰουδαῖοι· εἰ δὲ ἀγνοοῦσι, παρ' ἡμῶν μαθέτωσαν, ὡς αὐτός ἐστιν ὁ ∆εσπότης Χριστὸς, διὰ μὲν Ἡσαΐου προλέγων· "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με Κύριος." Ὑπὸ δὲ τοῦ ∆αβὶδ μαρτυρούμενος, ὅτι "Ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν, καὶ διὰ τοῦτο ἐχρίσθη ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὑτοῦ." Μαρτυρεῖ δὲ καὶ ὁ μακάριος Πέ τρος, τῶν ἀποστόλων ὁ κορυφαῖος, λέγων· "Ἰη σοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν, καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ' αὐτοῦ." ∆ιδάσκεται τοίνυν ὁ μακάριος ∆ανιὴλ ὁ προφήτης, ὅτι τετρακο σίων καὶ ἐννενήκοντα ἐτῶν χρόνον ἔδοξε παρασχεθῆ ναι τῇ Ἱερουσαλὴμ εἰς τὸ τῶν