1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

45

Ἑλληνικαῖς ἱστορίαις τὰ ὑπὸ τοῦ Ἰωσήππου εἰρημένα συμβαίνει. Οὐδὲ γὰρ ἐν ἐκείναις ἔστιν εὑρεῖν, τὸν Κυαξάρην τὸν τοῦ Ἀστυάγους υἱὸν αὐτὸν εἶναι τὸν ∆α- ρεῖον, ὃν οὗτος ἔφη σὺν τῷ Κύρῳ τὴν στρατείαν κατὰ τῆς Βαβυλῶνος ποιησάμενον· ὥστε παντάπασιν ἀπί θανον εἶναι τὸν τοῦ Ἰωσήππου λόγον. Ἐγὼ δὲ τῇ θείᾳ πειθόμενος Γραφῇ, τοῦ Ναβουχοδονόσορ εὑρίσκω τοῦ τον θυγατριδοῦν· τῷ γὰρ Ἱερεμίᾳ παρακελευσάμενος ὁ Θεὸς δεσμὰ ἑαυτῷ περιθεῖναι, καὶ ταῦτα πέμψαι τοῖς πλησιοχώροις βασιλεῦσι, τῷ τῶν Ἰδουμαίων, καὶ Μωαβιτῶν, καὶ Ἀμανιτῶν, Τυρίων τε καὶ Σιδωνίων, ταῦτα εἰπεῖν αὐτοῖς παρεγγύησεν· "Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· Οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν· Ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ, καὶ τῷ βραχίονί μου τῷ ὑψη λῷ, καὶ δώσω αὐτὴν, ᾧ ἂν δόξῃ ἐν ὀφθαλμοῖς μου· ἔδωκα πᾶσαν τὴν γῆν τῷ βασιλεῖ Ναβουχο δονόσορ Βαβυλῶνος, δουλεύειν αὐτῷ, καὶ δουλεύ σουσιν αὐτῷ πάντα τὰ ἔθνη, καὶ τῷ υἱῷ αὐτοῦ, καὶ τῷ υἱῷ τοῦ υἱοῦ αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ καιρὸς τῆς γῆς αὐτῶν." Τοῦ τοίνυν Βαλτάσαρ υἱοῦ προσ αγορευθέντος ὑπὸ τοῦ ∆ανιὴλ, ζητητέον τὸν ἔκγονον. Εἰ δέ τις ἀντιλέγει, Μῆδον τὸν ∆αρεῖον ὀνομάζεσθαι λέγων, μαθέτω ὡς οὐδὲν τοῦτο τῷ λόγῳ λυμαίνεται. Καὶ γὰρ ὁ Κῦρος θυγατριδοῦς ὢν τοῦ Ἀστυάγους, ὃς Μῆδος ἦν, καὶ Μήδων ἐβασίλευσε, Πέρσης ὀνομά ζεται· ἐκ γὰρ τῆς πατρῴας συγγενείας φιλοῦσιν οἱ ἄνθρωποι τὰς ἐθνικὰς τιθέναι προσηγορίας. Εἰκὸς τοίνυν καὶ τὸν ∆αρεῖον εἶναι μὲν Μήδου πατρὸς, Χαλδαίας δὲ μητρὸς, καλεῖσθαι δὲ τοῦτο ὅπερ ἦν ὁ πατήρ. Εἰ δ' οὐχ οὕτως ταῦτ' ἔχει, δειξάτωσαν οἱ βουλόμενοι τοῦ Ναβουχοδονόσορ τὸν ἔκγονον τῆς παπ πῴας βασιλείας κληρονομήσαντα, καὶ οὐδὲν περὶ τούτου ζυγομαχήσομεν. Ὅτι γὰρ παναληθὴς τοῦ μεγάλου Ἱερεμίου ἡ πρόῤῥησις, πᾶς τις εὖ φρονῶν ὁμολογήσειεν. Εἰ δέ τινι προΐσταται μὴ εἶναι θυγα τριδοῦν τοῦ Ναβουχοδονόσορ τὸν ∆αρεῖον, ἀλλ' ὑϊδοῦν, διὰ τὸ τὸν προφήτην εἰρηκέναι· "∆ουλεύσουσιν αὐτῷ, 81.1397 καὶ τῷ υἱῷ αὐτοῦ, καὶ τῷ υἱῷ τοῦ υἱοῦ αὐτοῦ·" μαθέτω τῆς θείας Γραφῆς τὸ ἰδίωμα· ἐξ ἀῤῥένων γὰρ γενεαλογεῖν εἰωθυῖα, καὶ τὸν ἔκγονον εἰπεῖν ἐθελήσασα, υἱὸν τοῦ υἱοῦ προσηγόρευσεν. Ἀλλ' ὅτι μὲν τοῦ υἱοῦ οὐκ ἔστιν υἱὸς, ὁ μακάριος ∆ανιὴλ μαρτυρεῖ, λέγων· "∆αρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν." Ὅτι δὲ μέχρις ἐκγόνων παραπέμψει τὴν βασιλείαν ὁ Ναβουχοδονόσορ, ὁ θεῖος προεῖπεν Ἱερεμίας. Ἐξ ἑκατέρας τοίνυν προφητείας εὑρεῖν δυνατὸν τὸ ἀληθές· ἐκ μὲν τῆς Ἱερεμίου, ὅτι καὶ ὁ ἔκγονος τοῦ Ναβουχοδονόσορ τῆς βασιλείας ἀνθέξε ται· ἐκ δὲ τῆς τοῦ μακαρίου ∆ανιὴλ, ὅτι Βαλτάσαρ τοῦ υἱοῦ τοῦ Ναβουχοδονόσορ, τῇ θείᾳ ψήφῳ τελευτή σαντος, ∆αρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν. Ἐντεῦθεν σκοπούμενοι, καὶ τὸ ἀψευδὲς τῶν προφη τῶν ἐπιστάμενοι, εὑρίσκομεν τοῦτον Μῆδον μὲν ὄντα πατρόθεν, Χαλδαῖον δὲ ὄντα μητρόθεν, καὶ τοῦ Ναβουχοδονόσορ ἔκγονον. Ταῦτα μὲν οὖν ἡμεῖς ἑκατέ ρας προφητείας τὸ ἀληθὲς ζητήσαντες ηὕρομεν· ὡς δὲ φίλον ἑκάστῳ περὶ τούτου φρονείτω οὐδεμία γὰρ ἐκ τῆς περὶ τὸ γένος ἀμφιβολίας γενήσεται βλάβη. Φέρε τοίνυν, τῆς κατὰ μέρος ἑρμηνείας ἁψώμεθα.

ΚΕΦΑΛΑΙΟΝ ςʹ. Βασιλεύσας, φησὶν, ὁ ∆αρεῖος (αʹ, βʹ.) "Ἔστησεν ἐπὶ τῆς

βασιλείας αὑτοῦ σατράπας ἑκατὸν εἴκοσι, τοῦ εἶναι αὐτοὺς ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ. Καὶ ἐπάνω αὐτῶν τακτικοὺς τρεῖς, καὶ ἦν ∆ανιὴλ εἷς ἐξ αὐ τῶν, τοῦ ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον, ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλῆται." Ἀληθῶς οὐδὲν ἀμ βλύνειν δύναται τὴν εὐσέβειαν, ἀλλὰ τὰς οἰκείας πανταχοῦ ἀκτῖνας ἀφίησι, κἂν ἐν δούλῳ γένηται, κἂν ἐν αἰχμαλώτῳ, καὶ οὐδὲν ταύτης συσκιάσαι τὴν αἴγλην ἰσχύει, ἀλλὰ τὴν οἰκείαν ἀφίησιν ἀστραπήν. Καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἀλλαχόθεν ἔστιν ἰδεῖν, μάλιστα δὲ ἐκ τῶν κατὰ τὸν μακάριον ∆ανιὴλ, ὃς δοῦ λος καὶ δορυάλωτος γεγονὼς, καὶ ξένην οἰκῶν, καὶ μεταξὺ βαρβάρων στρεφόμενος, διέλαμψε· ἐπὶ μὲν γὰρ τοῦ Ναβουχοδονόσορ προσεκυνήθη ὑπὸ τοῦ φοβερωτάτου