1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

76

πρώτῳ ἔφη τὴν ὀπτασίαν ἑωρακέναι. εʹ, ʹ. "Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδεὶμ, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφάζ. Καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς." Βαδδεὶμ δὲ τῇ Ἑλλάδι φωνῇ τὰ βύσσινα σημαίνεται. Λέγει τοίνυν τὸ μὲν ἔνδυμα τοῦ ὀφθέντος βύσσινον τεθεᾶσθαι, τὴν δὲ ζώνην ἐκ χρυσίου Ὠφὰζ, τουτέστι, χρυσίου λαμπροτάτου καὶ καθαρωτάτου· "τὸ δὲ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς·" ἀντὶ τοῦ, ἐῴκει τῷ δοκιμωτάτῳ χρυσίῳ ἐκ Θαρσεῖς φερομένῳ· καὶ γὰρ τῷ Σολομῶντι ἐκεῖθεν τὸ ἄπε 81.1493 φθον ἐκομίζετο χρυσίον. "Καὶ τὸ πρόσωπον δὲ αὐ τοῦ, ὡς εἶδος ἀστραπῆς." Αἴγλη, φησὶ, φωτοειδὴς ἐκ τοῦ προσώπου ἐφέρετο. "Καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ, ὡς φωνὴ ὄχλου." Εἶχε δὲ, φησὶ, καὶ τοὺς ὀφθαλμοὺς πῦρ ἀφιέντας, τοὺς δὲ βραχίονας τῷ καλλίστῳ χαλκῷ ἐοικότας· ἔδοξας δ' ἂν πλήθους ἀκούειν πολλοῦ διαλεγομένου ἀκούων. ζʹ. "Καὶ εἶδον ἐγὼ ∆ανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ' ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν, ἀλλ' ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτοὺς, καὶ ἔφυγον ἐν φόβῳ." Ἀλλ' ἴσως ἄν τις εἴποι· Καὶ τί δήποτε ἔφυγον, τὴν ὀπτασίαν μὴ θεασάμενοι; Ἀλλ' εἰκὸς τοῦτο πλέον αὐτοῖς ἀπεργάσασθαι τὸ δέος· μηδένα γὰρ θεώμενοι, καὶ φωνῆς μεγίστης ἀκούοντες, εἰκότως ἐκδειματωθέντες ἀπέδρασαν. Ἔκστασιν δὲ ἐνταῦθα καλεῖ οὐ τὴν δειλίαν μόνην, ἀλλὰ καὶ τὴν ἀορασίαν· ἔοικε δὲ ταῦτα τοῖς ἐπὶ τοῦ μακαρίου Παύλου γεγενημένοις κατὰ τὴν ὁδὸν τὴν πλησιάζουσαν τῇ ∆αμασκῷ· καὶ γὰρ ἐκεῖ αὐ τὸς εἶδε περιαστράψαν αὐτὸν φῶς· οἱ δὲ συνόντες ἐθεάσαντο μὲν οὐδὲν, μόνης δὲ ἤκουσαν τῆς φωνῆς. Καὶ ἐνταῦθα τοίνυν ὡσαύτως φεύγουσιν οἱ συνόν τες τῷ θείῳ προφήτῃ, μόνης ἀκούσαντες τῆς φωνῆς, μένει δὲ μόνος αὐτός. ηʹ. "Ἐγὼ γὰρ, φησὶν, ὑπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχὺς, καὶ ἡ δόξα μου μετ εστράφη εἰς διαφθορὰν, καὶ οὐκ ἐκράτησα ἰσχύος." Τοσοῦτον γάρ μοι ἐνέπεσε δέος ἀπ' ἐκείνης τῆς θεωρίας, ὡς διαλυθῆναι μὲν τῶν ἄρθρων τὴν ἁρμονίαν, ἀμειφθῆναι δὲ τῆς τοῦ σώματος ἐπιφανείας τὸ χρῶμα, πάσης δὲ ἰσχύος ἔρημόν με γενέσθαι. θʹ. "Καὶ ἤκουσα, φησὶ, τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με ἤμην κατανενυγμέ νος ἐπὶ πρόσωπόν μου, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν." Παραυτίκα γὰρ, φησὶ, τῆς μεγίστης ἐκείνης ἀκούσας φωνῆς, ἔπεσα μὲν πρηνής· ἰδεῖν δὲ μὴ δυνάμενος τὴν φρικώδη θεωρίαν, εἰς τὴν γῆν μου τὸ πρόσωπον τέθεικα. ιʹ. "Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ ἐπὶ τὰ ἴχνη τῶν χειρῶν μου ἔστησέ με." Οὕτω, φησὶ, διακείμενος ᾐσθα νόμην οἷόν τινος χειρὸς ἁπτομένης μου, καὶ ἀνορ θούσης· ἐγὼ δὲ τοῖς τε γόνασι καὶ ταῖς χερσὶ χρώμενος (διέλυσέ με γὰρ τὸ δέος), ἐπειρώμην ἀν ίστασθαι. ιαʹ. "Ὁ δὲ εἶπε πρός με· ∆ανιὴλ, ἀνὴρ ἐπι θυμιῶν, σύνες ἐν τοῖς λόγοις τούτοις, οἷς ἐγὼ λαλῶ πρὸς σὲ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν 81.1496 ἀπεστάλην πρὸς σέ." Πρόσεχε, φησὶν, ἀκριβῶς τοῖς ὑπ' ἐμοῦ λεγομένοις, καὶ τὸ δέος ἀποθέμενος, μετὰ συνέσεως ἄκουε τῶν ῥηθησομένων· ταῦτα γὰρ ἀπ εστάλην διδάξαι σε· ἐπειδὴ τῶν μὲν τοῦ σώματος ἐπιθυμιῶν κρείττων ἐφάνης, ἐραστὴς δὲ ἐγένου τῶν θείων, καὶ φιλοστόργως δὲ περὶ τὸν λαὸν διακεί μενος τὰ τούτῳ συμβησόμενα μαθεῖν ἐπεθύμησας. Καλεῖ δὲ αὐτὸν οὐ Βαλτάσαρ, ἀλλὰ ∆ανιήλ· τὸ μὲν γὰρ ἦν Χαλδαίων, τὸ δὲ Ἑβραίων ὄνομα· καὶ τὸ μὲν ὑπὸ εὐσεβῶν ἐτέθη, τὸ δὲ ὑπὸ δυσσεβῶν προσ ετέθη. Σημαίνει δὲ τὸ ∆ανιὴλ τῇ Ἑλλάδι φωνῇ κρίσιν Θεοῦ· ὡς εἶναι αὐτὸν καὶ φερώνυμον, καὶ δι' αὐτῶν κηρύττειν τῶν πραγμάτων, ὡς ὀρθῇ καὶ δικαίᾳ κρίσει χρώμενος ὁ Θεὸς τῆς προφητικῆς αὐ τὸν ἠξίωσε χάριτος, καὶ τὰ πολλαῖς ὕστερον γενεαῖς ἐσόμενα δῆλα πεποίηκε. "Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον, ἀνέστην ἔντρομος." Ἤρκεσε μὲν γὰρ ὁ λόγος ἀναστῆσαί με, παντελῶς δὲ τὸ δέος οὐκ ἀπεθέμην. ιβʹ. "Καὶ εἶπε πρός με· Μὴ φοβοῦ, ∆ανιὴλ, ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἐναντίον Κυρίου