1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

2

Ἰησοῦ Χριστοῦ προεθέσπισε παρουσίαν, οὐ μόνον ἃ ποιήσει προαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς, καὶ τὸν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικὼς ἀριθμὸν, καὶ ἅπαν τα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρὰ, εἰκότως, ἅτε δὴ θεομισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ, τολμῶσιν ἀναι δῶς λέγειν ὡς οὐκ ἔστι προφήτης ὁ ταῦτα καὶ μυρία ἕτερα χρησμολογήσας, ἀποχρῆν ἡγούμενοι τὴν οἰκείαν ἀπόφασιν εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν. Θαυμαστὸν δὲ οὐδὲν, εἰ κατὰ τοῦ Μονογενοῦς λυτ τήσαντες, τοὺς εὔνους τοῦ ∆εσπότου συκοφαντοῦσι θεράποντας· συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύ τερα. ∆ιὸ καὶ ὁ Κύριός φησιν· "Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι." Καὶ πάλιν· "Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺβ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκια κοὺς αὐτοῦ;" Ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναίδειαν αὐτῶν διελέγξωμεν, πυθώμεθα αὐτῶν οὕ τως· Τί προφήτου ἴδιον εἶναί φατε; Ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν, τὸ τὰ μέλλοντα προειδέναι τε καὶ προλέ γειν. Ἴδωμεν τοίνυν, εἰ μὴ ταῦτα καὶ προμεμάθηκε, καὶ προείρηκεν ὁ μακάριος ∆ανιήλ. Καὶ τὸν μὲν περὶ τοῦ ∆εσπότου Χριστοῦ λόγον τέως ἐπισχῶμεν, τὰς δὲ ἄλλας αὐτοῦ προφητείας εἰς μέσον ἀγάγωμεν. Εὑρίσκομεν τοίνυν αὐτὸν πολλὰ μὲν περὶ τῆς Βαβυ λωνίων βασιλείας, πολλὰ δὲ περὶ τῆς Περσῶν καὶ Μακεδόνων, πολλὰ δὲ καὶ περὶ τῆς τῶν Ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ Βαβυ λωνίων βασιλεὺς, ὅπως δὲ Πέρσαι τὴν ἐκείνου παρα λήψονται βασιλείαν, ἔπειτα ὅτι τούτους καταλύσας ὁ Μακεδὼν τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα, τέττα ρες δὲ ἀνθ' ἑνὸς κληρονομήσουσι τὴν βασιλείαν· καὶ ὅτι ἐξ ἑνὸς τούτων βλαστήσας τις μυρία ὅσα ἐργάσε ται τοῖς Ἰουδαίοις δεινὰ, καὶ ὅτι θείας ἀπολαύσαν τες βοηθείας τῆς ἐκείνου θηριότητος ἀπαλλαγήσον ται. Εἶτα μεταβὰς ἐκεῖθεν προλέγει τὴν Ῥωμαίων ἰσχὺν, καὶ ὅτι πάσας καταγωνισάμενοι τὰς βασι λείας, τὸν παρὰ πάντων κομιοῦνται δασμόν. Τί δεῖ λέγειν, ὅσα περὶ τοῦ τῶν Αἰγυπτίων, καὶ τοῦ 81.1261 τῶν Σύρων προηγόρευσε βασιλέων, καὶ ὅσα ἀλλή λοις ἐργάσονται δεινὰ, καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδὰς, καὶ τὰς ἐπιγαμίας καὶ συγγενείας, εἶτα πάλιν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γε γενημένην καταλλαγήν; Τὸν τοίνυν ταῦτα πάντα προεγνωκότα καὶ προειρηκότα, καὶ ἀνάγραπτον τὴν μνήμην αὐτῶν καταλιπόντα, πῶς οὐ δυσσεβὲς καὶ ἀνόσιον τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ; Εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια, τίνα προφητείας τὰ ἴδια; Εἰ δὲ ὅτι τῶν οἰκείων οὐ προτίθησι λόγων τὸ, Τάδε λέγει Κύριος, καὶ τούτου χάριν τῆς προ φητικῆς αὐτὸν ἀποστεροῦσι συμμορίας, εἰπάτωσαν ἡμῖν, τί τοιοῦτον Ἀβραὰμ ὁ πατριάρχης εἰρηκὼς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη Θεοῦ. Περὶ τοῦ γὰρ Ἀβραὰμ ἐλέχθη· "Καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῷ ἀνδρὶ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου." Καὶ ὁ μακάριος δὲ ∆αβὶδ περί τε αὐτοῦ, καὶ τοῦ υἱέως, καὶ τοῦ ἐκγόνου φησὶν, ὅτι "Ἤλεγξεν ὑπὲρ αὐτῶν ὁ Θεὸς βασιλεῖς, λέγων· Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε." Καὶ ὁ μέγιστος δὲ προφήτης Σα μουὴλ, ὁ παιδόθεν νεωκόρος, οὐ κατὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς ἢ δι' ὀνείρων, ἢ διὰ μεθημερινῶν τινων ἀποκαλύψεων προγνώσεις, ἐννοίας, καὶ προῤῥή σεις ἐδέξατο. Πολεμεῖτε τοίνυν καὶ ἐκείνοις ἀναφαν δὸν, καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλ λετε προφανῶς. Εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινίαν, φεύγετε καὶ τὴν κατ' αὐτοῦ συκοφαν τίαν· προφήτης γὰρ, καὶ προφήτης ἐπιθυμίᾳ καὶ πόθῳ τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἱδρῶσι καὶ πόνοις, νηστείᾳ καὶ κακουχίᾳ τὰ ἐσόμενα διδα χθεὶς, οὐχ ἃ μόνοις Ἰουδαίοις συμβήσεται, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονο μίαν καὶ προμαθὼν καὶ προδιδάξας. Σκοπήσατε τοίνυν, εἰ μὴ λίαν ἄδικον, Ἀβδιοῦ μὲν τὰ τοὺς Ἰδουμαίους μόνον καταληψόμενα κακὰ προαγορεύ σαντα, καὶ Ἰωνᾶν δὲ, καὶ Ναοὺμ, περὶ μιᾶς πόλεως προθεσπίσαντας τῆς Νινευῒ τοῖς προφήταις ἐγκατα λέγειν, τὸν δὲ μακάριον