1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

77

τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου." Ἐντεῦθεν διδασκόμεθα, ὅσον ἡμᾶς ἡ αὐθαίρετος ὀνίνησι κάκωσις. Καὶ γὰρ ὁ μακάριος ∆ανιὴλ κακώσας ἑαυτὸν τῇ αὐθαιρέτῳ νηστείᾳ, καὶ τὸν Κύριον ἐκζητήσας, παραυτίκα πέπεικεν, καὶ ὧν ἐπεπόθησεν ἔτυχεν. Τοῦτο γὰρ καὶ ὁ ὀφθεὶς αὐτῷ δῆλον ποιεῖ· "Ἀπὸ γὰρ τῆς πρώ της, φησὶν, ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι καὶ κακωθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου·" τεκμήριον δὲ τούτου μέγιστον ἔχεις τὴν ἐμὴν παρουσίαν. "Ἐγὼ γὰρ ἦλθον, φησὶν, ἐν τοῖς λόγοις σου·" ἀντὶ τοῦ, ∆ιὰ τοὺς λόγους σου, καὶ ἣν προσενήνοχας δέησιν. ιγʹ. "Καὶ ὁ ἄρχων, φησὶ, βασιλείας Περσῶν εἱ στήκει ἐξ ἐναντίας μου, εἴκοσι καὶ μίαν ἡμέραν." Ἐν αὐτῇ, φησὶ, τῇ πρώτῃ ἡμέρᾳ τῆς προσευχῆς σου δεχθείσης σου τῆς ἱκετείας, ἀπεστάλην πρὸς σέ· πάσας δὲ ταύτας τὰς ἡμέρας διεκώλυσέ μου τὴν πρὸς σὲ ἄφιξιν ὁ τῆς τῶν Περσῶν βασιλείας ἄρχων. "Καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν." Ταῦτα σαφέ στερον ἡμᾶς διδάσκει ὁ μακάριος Μωσῆς. "Ὅτε γὰρ, φησὶ, διεμέρισεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπει ρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ." Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐ αγγελίοις φησὶ τοῖς ἀποστόλοις· "Ὁρᾶτε, μὴ κατα φρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρός μου ἐν τοῖς οὐρανοῖς." Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἐν τῇ θείᾳ Γραφῇ. ∆ιδασκόμεθα τοίνυν ἐκ τούτων, 81.1497 ὡς τῶν ἀγγέλων μὲν ἕκαστος τὴν ἑκάστου ἡμῶν ἐπιμέλειαν ἐγκεχείρισται, εἰς τὸ φρουρεῖν καὶ φυ λάττειν, καὶ τῶν τοῦ πονηροῦ δαίμονος ἐπιβουλῶν ἀπαλλάττειν· οἱ δὲ ἀρχάγγελοι τὰς τῶν ἐθνῶν ἐπι στασίας ἐνεπιστεύθησαν, ὡς μακάριος ἐδίδαξε Μωσῆς. Συμφωνεῖ δὲ τούτοις καὶ ὁ μακάριος ∆α νιήλ· λέγει γὰρ καὶ αὐτὸς τῆς βασιλείας Περσῶν ἄρχοντα· καὶ πάλιν μετὰ βραχέα, ἄρχοντα τῶν Ἑλλήνων, καὶ τὸν Μιχαὴλ δὲ ἄρχοντα τοῦ Ἰσραὴλ ἀποκαλεῖ. Τούτων τοίνυν ἐντεῦθέν τε κἀκεῖθεν δήλων γεγενημένων, ζητητέον τί δήποτε ὁ τῆς Περ σικῆς βασιλείας ἄρχων ἐναντιοῦσθαι ἐδόκει τῷ τὴν ὑπὲρ τοῦ λαοῦ ποιουμένῳ συνηγορίαν. Ὅτι μὲν γὰρ παθῶν ἐστι τῶν ἀγγέλων ἡ φύσις ἀμείνων, καὶ ἁγιωσύνης ἀνάπλεως, παντί που δῆλον. Ὅτι δὲ καὶ τοῖς θείοις νεύμασιν ἀνενδοιάστως ἕπονται, καὶ τοῦτο πανταχόθεν ἔστι καταμαθεῖν. Πῶς τοίνυν τῇ τῶν Ἰσραηλιτῶν κηδεμονίᾳ ἐναντιοῦσθαι ἐδόκει τῆς Περσῶν βασιλείας ὁ ἄρχων; Ἀλλὰ γὰρ εἴ τις ἀκριβῶς κατανοεῖν ἐθελήσειεν, εὑρήσει τῶν εἰρημένων τὸν νοῦν. Ὅ τε γὰρ τῶν Περσῶν ἄρχων, καὶ ὁ τῶν Ἑλλήνων ἄρχων, τουτέστιν, οἱ τὴν τούτων φυλα κήν τε καὶ ἐπιμέλειαν ἐγκεχειρισμένοι, ἀναγκαίως, ἅτε δὴ φιλοστόργως περὶ τούτους διακείμενοι, ὧν τὴν κηδεμονίαν εἶχον, καὶ τοῦ Ἰσραὴλ δὲ τὴν παρανομίαν ὁρῶντες, ἐδυσχέραινον πλείονος αὐτοὺς βλέποντες ἀπολαύοντας προμηθείας. Οὐ γὰρ ᾔδει σαν τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ Θεῷ τῷ πάντα κτίσαντι. Μετὰ γὰρ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, ὡς ὁ μακάριος ἔφη Παῦλος, ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις, διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Τοῦτο τοίνυν τὸ μυστήριον ἀγνοοῦντες, καὶ τὴν πολλὴν τοῦ Θεοῦ περὶ τὸν Ἰσραὴλ πρόνοιαν ὁρῶντες οἱ τῶν ἄλλων ἐθνῶν τὴν ἐπιμέλειαν πεπιστευμένοι, ἐδυσχέ ραινον θεώμενοι μάλιστα μετὰ νόμον, καὶ προφήτας, καὶ τοσαύτην διδασκαλίαν τε καὶ κηδεμονίαν, χεῖρον τῶν ὑπ' αὐτῶν ποιμαινομένων διακειμένους, καὶ πλείοσιν ἐμπεφυρμένους κακοῖς. Τοῦτο καὶ ὁ τῷ μακαρίῳ ∆ανιὴλ ὀφθεὶς ἄγγελος ἔλεγε· "Καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν·" ἀντὶ τοῦ, Ταύτας ἁπάσας τὰς ἡμέρας πείθων αὐτὸν διετέλουν, ὡς δικαίως ταύτης οὗτοι ἀξιοῦνται τῆς προμηθείας· συνηγόρει δέ μοι καὶ ὁ Μιχαὴλ εἷς τῶν πρώτων ὑπάρχων ἀρ χόντων. "Καὶ αὐτὸν, φησὶ, κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν." ιδʹ. "Καὶ ἦλθον συνετίσαι σε, ὅσα ἀπαντήσει τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας." Καὶ