1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

10

τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐπήγαγε νῦν· "Ἐν τῷ ἔτειτῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονόσορ ἐνυπνιά σθη ἐνύπνιον." Ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικε, ἀλλ' ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν. Τούτου χάριν καὶ οἱ θεῖοι προφῆται, μεμνημένοι τῶν βασιλέων, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν. "Ἐν τῷ ἔτει τοίνυν τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος ἀπέστη ἀπ' αὐτοῦ. (βʹ.) Καὶ εἶπεν ὁ βασιλεὺς τοῦ καλέσαι τοὺς ἐπαοιδοὺς, καὶ τοὺς μάγους, καὶ τοὺς φαρμακοὺς, καὶ τοὺς Χαλ δαίους, τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ." Ἡ μὲν οὖν τοῦ Θεοῦ οἰκονομία τοῖς ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτοῦ τὸ ἐνύπνιον ποιῆσαι βουλόμε νος τὸν οἰκεῖον προφήτην, ἵνα τὰς ἀγαθὰς καὶ σω τηρίους ἐντεῦθεν δέξηται παραινέσεις, δεδίττεται μὲν αὐτὸν τῷ ἐνυπνίῳ, ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην. Ἀλλ' ὥσπερ δήλη τοῦ Θεοῦ τῶν ὅλων ἡ προμήθεια, οὕτω γνώριμος ἅπασι τοῖς εὐσεβέσι καὶ ἡ τοῦ βασιλέως παράνοια. Πῶς γὰρ οὐκ ἄκρας παραπληξίας τὸ παρ' ἑτέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην; Ἀλλ' ὅμως, κληθέντες, φησὶν, "ἦλ θον, καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως." γʹ, δʹ. "Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· Ἐνυπνιά σθην ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον. Καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστὶ, καὶ εἶπον· Βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι· σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παισί σου, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν." Καὶ τὴν μὲν αἴτησιν τῷ ὄντι ἀκόλουθον ἐποιήσαντο· ἀλαζονικὴν δὲ τὴν ὑπόσχεσιν· οὔτε γὰρ ἀνθρωπίνης ἦν διανοίας θείας ἑρμηνεύειν ἀποκαλύψεις δίχα τῆς ἄνωθεν συνεργείας. Συριστὶ δὲ τὴν διάλεξιν οἱ Χαλδαῖοι πεποίηνται, ὡς ἐκ διαφόρων συνειλεγμέ νοι ἐθνῶν, καὶ ἰδίαν μὲν γλῶτταν ἐχόντων ἑκά στου, κοινῇ δὲ πάντων τῇ Σύρων χρωμένων, διδάξαι βουλόμενοι τὸ τῆς ἀποκρίσεως ἀκόλουθον. Ἀλλ' οὐδὲ οὕτως ἔπεισαν τὸν ἀλαζόνα βασιλέα μὴ ἀπαιτεῖν παρ' ἀνθρώπων τὰ παρὰ τὴν φύσιν. εʹ, ϛʹ. "Ἀπεκρίθη γὰρ εὐθὺς ὁ βασιλεὺς, καὶ εἶπε τοῖς Χαλδαίοις· Ὁ λόγος ἀπέστη μου· ἐὰν οὖν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον, καὶ τὴν σύγ κρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε, καὶ οἱ οἶκοι 81.1288 ὑμῶν διαρπαγήσονται. Ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δω ρεὰς, καὶ τιμὴν πολλὴν λήψεσθε παρ' ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι." Ταῦτα δὲ οὐ μόνον αὐτοῦ τὸ θρασὺ καὶ θηριῶδες, ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑποδείκνυσιν· ἀνοίας γὰρ ἐσχάτης τὸ νομίσαι, ἢ τῇ ἀπειλῇ τῶν κακῶν, ἢ τῇ ὑποσχέσει τῶν ἀγαθῶν, πλείονα τοῖς Χαλδαίοις ἐγ γενήσεσθαι γνῶσιν. (ζʹ.) Αὐτίκα τοίνυν ἐκεῖνοι πρὸς αὐτὸν ἔφησαν· "Εἰπὲ τὸ ἐνύπνιόν σου τοῖς παισί σου, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν." Τὴν μὲν γὰρ δουλείαν, φησὶν, ὁμολογοῦμεν, ἀλλὰ καὶ τὴν φύσιν γινώσκομεν· καὶ ἑρμηνεῦσαι μὲν, εἰ μάθοιμεν, τὸ ἐνύπνιον δυνησόμεθα, ἐρεῖν δὲ αὐτὸ, σοὶ μὲν γνωρισθὲν, εἶτα λήθῃ παραδοθὲν, οὐ δυνά μεθα. Ἀλλ' οὐδὲν ἧττον ὁ μάταιος ἐπέκειτο τοῦ ἐνυπνίου ζητῶν τὴν ἀνάμνησιν. Ἀπεκρίθη γὰρ, φησὶν, ὁ βασιλεὺς, καὶ εἶπεν· ηʹ. "Ἐπ' ἀληθείας οἶδα, ὅτι καιρὸν ὑμεῖς ἐξαγο ράζετε, καθότι εἴδετε ὅτι ἀπέστη ἀπ' ἐμοῦ τὸ ῥῆμα. (θʹ.) Ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἐπαγγείλητέ μοι, ἕν ἐστι τὸ δόγμα ὑμῶν, καὶ οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι." Τούτων δὲ τῶν λόγων ἡ μὲν ἀπαίτησις αὐθάδης καὶ μανικὴ, ἡ δὲ κατηγορία λίαν ἀληθής· Βούλεσθε γὰρ, φησὶ, μαθεῖν τὸ ἐνύπνιον, ἵνα κοινῇ τινα πλασάμενοι ἑρμηνείαν ψευδῆ, φενακίσητέ με συνήθως, συνεργὸν λαμβάνοντες τοῦ χρόνου τὸ μῆκος, καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀναμένοντες. Τούτων ἀκούσαντες οἱ Χαλδαῖοι (ὡς γὰρ ἔοικεν, οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ' αὐτῷ παῤῥησίαν), ἀποφαντικῶς λοιπὸν διαλέγον ται, καὶ παντελῶς ἀπαγορεύουσι τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν. ιʹ. "Οὐκ ἔστι γὰρ, ἔλεγον, ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις δυνήσεται