1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

16

Ἀσσυρίων, εἴτουν Βαβυλωνίων βασι λεία. λθʹ. "Καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου." Ἡ Περσική· ἥττονα δὲ αὐτὴν καλεῖ, οὐχ ὡς ἀσθενεστέραν, ἀλλ' ὡς δευτέραν. "Καὶ βασι λεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκὸς, ἣ κυριεύσει πάσης τῆς γῆς." Τὴν Μακεδονικὴν λέγει· ἐκυρίευσε δὲ πάσης τῆς γῆς Ἀλέξανδρος ὁ Φιλίππου, ἐν δώδεκα ἔτεσι τῆς βασιλείας πάντας ὑποτάξας ἀνθρώ πους. μʹ. "Καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ, ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως λεπτυνεῖ πάντα καὶ δαμάσει." Τὴν Ῥωμαϊκὴν λέγει βασιλείαν, ἰσχυροτάτην μὲν γενομένην, καὶ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν περιγενομένην, δασμὸν δὲ καὶ φόρον παρὰ πάντων κομισαμένην. Τὸ γὰρ λεπτυνεῖ ἐπὶ τούτου τέθεικε, τὸ δὲ δαμάσει ἐπὶ τῆς ὑπακοῆς τε καὶ εὐταξίας, καὶ τῆς ἐννόμου πολιτείας. μαʹ. "Καὶ ὅτι εἶδες τοὺς πόδας, καὶ τοὺς δακτύ λους, μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκου, βασιλεία ἄλλη διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τοῦ σιδήρου ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλί νῳ." Ἄλλην οὐ κατὰ τὸ γένος εἶπεν, ἀλλὰ κατὰ 81.1305 τὴν ποιότητα τῆς δυνάμεως. Εἰ γὰρ κατὰ τὸ γένος ἔλεγεν, ἄλλην εἶπεν ἂν αὐτὴν πέμπτην, ὥσπερ αὖ εἴρηκε τρίτην τε καὶ τετάρτην. Ἐπειδὴ δὲ ἀσθενέ στερα οἶδε τῆς σιδηρᾶς βασιλείας τὰ τέλη, ἄλλην τέθεικε διὰ τὴν ἀσθένειαν, καὶ μάλα εἰκότως. Σφό δρα γὰρ αὐτὴν ἰσχυροτάτην ἔδειξεν ἄνω· τοιαῦτα γὰρ αὐτῆς τὰ πρῶτα. Ἀλλ' ὅμως οὐδὲ τὰ τελευταῖα αὐτῆς παντελῶς ἀσθενῆ ἔσεσθαι λέγει. "Ἀπὸ γὰρ τῆς ῥίζης, φησὶ, τοῦ σιδήρου ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ. (μβʹ.) Καὶ οἱ δάκτυλοι τῶν ποδῶν, μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστρά κου." Τοῦτο δὲ οὐδὲ τῆς ἡμετέρας ἑρμηνείας προσδεῖται· αὐτὸς γὰρ ὁ Προφήτης ἑρμηνεύων, φησί· "Μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν, καὶ ἀπ' αὐ τῆς ἔσται συντριβόμενον." Τούτοις ἐπάγει· μγʹ. "Καὶ ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ, συμμιγεῖς ἔσονται ἐν σπέρ ματι ἀνθρώπων." Τοῦτο δὲ μάλιστα δείκνυσιν, ὡς οὐχ ἑτέρα ἐστὶν αὐτὴ ἡ βασιλεία παρὰ τὸν σίδηρον, ἀλλ' ἡ αὐτὴ ἀσθενέστερον διακειμένη, καὶ μέρος μέν τι αὐτῆς ἰσχυρὸν, μέρος δὲ ἀσθενές· συγγε νείας δὲ ὅμως θεσμὸς συνάψει τὴν ἀσθενῆ μοῖραν τῇ ἰσχυρᾷ. Τὸ γὰρ, "Συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων," τοῦτο δηλοῖ. Ἐπιμιξία, φησὶ, τὶς ἔσται καὶ ἐπιγαμία τούτων κἀκείνων, ἀλλ' ὅμως ἡ διχόνοια τὰ τῆς συγγενείας δίκαια διαφθερεῖ. Οὐκ ἔσονται γὰρ, φησὶ, προσκολλώμενοι οὗτος μετὰ τού του, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται τῷ ὀστράκῳ. Ἡμεῖς μὲν οὖν οὕτω τὴν ἑρμηνείαν τοῦ θεσπε σίου ∆ανιὴλ νενοήκαμεν· προσήκει δὲ καὶ ἐνίων τῶν πρὸ ἡμῶν ἡρμηνευκότων τὰς δόξας εἰς μέσον παρα γαγεῖν· οὕτω γὰρ ἐναργέστερον ἡ ἀλήθεια δειχθή σεται. Τινὲς τοίνυν τῶν συγγραφέων τὴν τετάρτην βασιλείαν, τουτέστι τὸν σίδηρον, Ἀλέξανδρον ἔφασαν εἶναι τὸν Μακεδόνα· τοὺς δὲ πόδας καὶ τοὺς δακτύ λους τῶν ποδῶν ἐκ σιδήρου καὶ ὀστράκου συγκειμέ νους, τοὺς μετ' αὐτὸν βασιλεύσαντας Μακεδόνας, Πτολεμαίους, καὶ Σελεύκους, καὶ Ἀντιόχους, καὶ ∆ημητρίους, τοὺς μὲν ἀσθενῶς, τοὺς δὲ λίαν ἀνδρι κῶς κρατήσαντας, καὶ ἐπιγαμίαν δὲ ποιησαμένους καὶ τὴν ἀλλήλων ἀσπασαμένους συγγένειαν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, πρῶτον μὲν ὅτι τὴν κεφαλὴν τὴν χρυσῆν αὐτὸν ἔφη εἶναι τὸν Ναβουχοδονόσορ, τουτ έστι, τὴν τῶν Βαβυλωνίων, εἴτουν Ἀσσυρίων, βασι λείαν· διεδέξατο δὲ αὐτὴν ἡ Περσῶν καὶ Μήδων βασιλεία κατὰ ταυτόν· ὁ γὰρ Κῦρος ἐξ ἑκατέρου ἔθνους ἦν ὁρμώμενος, καὶ τούτων κἀκείνων κρατῶν, τῶν Βαβυλωνίων καταλύσας τὴν βασιλείαν ἐκρά τησε τῶν Περσῶν· τὴν δὲ Περσῶν δευτέραν οὖσαν Ἀλέξανδρος ὁ Μακεδὼν καταλύει, καὶ αὐτὸν ἔφη ὁ μακάριος ∆ανιὴλ κυριεῦσαι πάσης τῆς γῆς. Ταύτην τὴν βασιλείαν τρίτην ὠνόμασεν· οὐδεμία δὲ αὐ τὴν ἑτέρα, ἀλλ' ἡ τῶν Ῥωμαίων διεδέξατο. Ἔδει 81.1308 τοιγαροῦν αὐτοὺς πρῶτον μὲν ἐκ τοῦ ἀριθμοῦ, καὶ τῶν παραδηλωθέντων πραγμάτων συνιέναι, καὶ μα θεῖν, ὡς τρίτη ἐστὶν ἡ τῶν Μακεδόνων βασιλεία, τουτέστιν ὁ χαλκός· τετάρτη δὲ ἡ Ῥωμαίων, τουτ έστιν