1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

20

ἐνομίζετο, ὕστερον δὲ τὸ διὰ τῆς κλήσεως τυραν νευόμενον ἐφωράθη. Ἐπειδὴ γὰρ συνῆλθον ἅπαν τες, "Ὁ κήρυξ, φησὶν, ἐβόα ἐν ἰσχύϊ (τουτέστι, με γίστῃ χρώμενος τῇ φωνῇ)· Ὑμῖν λέγεται, ἔθνη, λαοὶ, φυλαὶ, γλῶσσαι· (εʹ, ϛʹ.) Ἧ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. Καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην." Οὕτως ἥρπασεν ὁ δείλαιος, ὡς ἐνόμισε, τὴν θείαν τιμὴν, καὶ οὐκ ἀπέχρησεν αὐτῷ τὸ προσκυνεῖσθαι παρὰ τῶν ὑπηκόων, ἀλλὰ καὶ τῇ εἰκόνι προσφέρεσθαι τὴν προσκύνησιν ταύτην ἐνο μοθέτησε, καὶ καταπλήττει μὲν ἅπαντας τῇ τε ὕλῃ, καὶ τῇ τέχνῃ, καὶ τῷ μεγέθει τῆς εἰκόνος· κατακη λεῖ δὲ καὶ καταθέλγει τῇ παντοδαπῇ τῶν μουσικῶν ὀργάνων ἠχῇ· τοὺς δὲ μηδὲ τὸ μέγεθος τῆς εἰκόνος ἐκπληττομένους, μηδὲ ὑπὸ τῆς τῶν ὀργάνων ᾠδῆς τε καὶ ἡδονῆς καταθελγομένους, τῇ ἀπειλῇ τοῦ καμί νου δεδίττεται. Καὶ ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων οὐ διήμαρτε τοῦ σκοποῦ· ἑώρα γὰρ ἅπαντας τὸ κε λευόμενον ποιοῦντας, καὶ φόβῳ καὶ ἡδονῇ δουλεύειν εἰθισμένους· μόνοι δὲ οἱ τρισμακάριοι παῖδες ἐκεῖνοι τὴν πατρῴαν εὐγένειαν ἀκήρατον καὶ ἐν δουλείᾳ φυλά ξαντες, Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, ἠρνήθησαν μὲν τὴν προσκύνησιν, οὐκ ἔλαθον δὲ τοὺς δυσσεβείᾳ συζῶντας Χαλδαίους, οἳ κοινωνοὺς ἅπαν τας ἔχειν τῆς ἀσεβείας ἠβούλοντο. Αὐτίκα τοίνυν προσίασι μὲν τῷ βασιλεῖ, ἀναμιμνήσκουσι δὲ αὐτὸν τοῦ τεθέντος νόμου διαῤῥήδην διαγορεύοντος ἅπασι τοῖς ὑπηκόοις προσκυνεῖν τὴν εἰκόνα, καὶ τοῖς τοῦτο ποιεῖν παραιτουμένοις ἀπειλοῦντος τὴν κάμινον· εἰσαγγέλλουσι δὲ τοὺς ἱεροὺς ἄνδρας ἐκείνους λέ γοντες, ὅτι ιβʹ. "Εἰσὶν ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σιδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγώ· οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν τῷ δόγματί σου, βασιλεῦ." Καὶ τόν τε οἰκεῖον φθό νον διὰ τούτων παραδηλοῦσι, τοῦ τε βασιλέως ἐξ άπτουσι τὴν ὀργὴν, αἰνιττόμενοι διὰ τούτων, καὶ μονονουχὶ λέγοντες· Ὅρα τίνας ἡμῶν προτετίμη κας, τίσι τῶν Βαβυλωνίων ἡγεμονίαν ἐπίστευ σας· οὐδὲ τῆς τιμῆς τὸ μέγεθος εἰς νοῦν λαβεῖν ἠβουλήθησαν, καὶ εὐγνώμονες περὶ τὸν τετιμηκότα γενέσθαι, ἀλλὰ τῆς τιμῆς τὸ μέγεθος ἀτιμίας ἀφορ μὴν ἐποιήσαντο, ἀντικρὺς τοῖς σοῖς ἀντιλέγοντες νόμοις, καὶ τὰ σὰ πληροῦν οὐκ ἀνεχόμενοι δόγματα. Οὐκ ἐντεῦθεν δὲ μόνον ἔστι θεωρῆσαι τὸ τυραννι κόν τε καὶ ἄγνωμον· ἀλλὰ καὶ ἑτέρωθεν καταμα θεῖν δυνατὸν, ὡς οὐδὲν δρῶσιν ὑπηκόοις ἁρμόττον· οὓς γὰρ νομίζεις θεοὺς, οὐ νομίζουσι, καὶ τὴν προσ 81.1320 ήκουσαν λατρείαν τοῖς ὑπὸ σοῦ προσκυνουμένοις θεοῖς οὐ προσφέρουσι· καὶ τῆς εἰκόνος δὲ τὴν προσ κύνησιν, ἣν ἅπαντες οἱ ἀρχόμενοι προσενηνόχασιν, ἠρνήθησαν προφανῶς. Τούτων ἀκούσας ὁ φρενοβλα βὴς ἐκεῖνος βασιλεὺς, καὶ ἐπιλαθόμενος τῶν ὑπ' αὐτοῦ πρὸς τὸν ∆ανιὴλ εἰρημένων, "Ἐπ' ἀληθείας ὁ Θεὸς ὑμῶν οὗτός ἐστι Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν βασιλέων," ἄγει τοὺς ἄνδρας εἰς μέσον· πυν θάνεται δὲ, εἰ τῷ ὄντι κοινωνεῖν αὐτῷ τῆς τῶν θεῶν οὐκ ἐθέλουσι θεραπείας, καὶ τῆς εἰκόνος φεύγουσι τὴν προσκύνησιν. Εἶτα παραινεῖ καὶ συμβουλεύει τοῦτο ποιεῖν, τῇ τοῦ πυρὸς ἀπειλῇ δεδιττόμενος. "Ἐὰν γὰρ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιο μένην." Ἔπειτα τὴν ἄῤῥητον ἐκείνην καὶ θηριώδη βλασφημίαν τολμᾷ· "Καὶ τίς ἐστιν ὁ Θεὸς, ὃς ἐξ ελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;" Οὕτω ταχέως ὃν ὡμολόγησεν ἐβλασφήμησε· καὶ ὃν Θεὸν θεῶν ἀπεκάλεσε, καὶ ἀνθρώπου ἀσθενέστερον ὑπέλαβεν εἶναι· ὃν Κύριον βασιλέων προσηγόρευσε, νικᾷν ὁ δείλαιος ἐνεανιεύσατο. Προγονικὰ δὲ αὐτῷ τὰ τοιαῦτα τολμήματα· καὶ γὰρ ὁ Σενναχηρεὶμ ἐκεῖνος στρατείᾳ μεγίστῃ κατὰ τῆς Ἱερουσαλὴμ χρησάμε νος, ἐπιστέλλων τῷ Ἐζεκίᾳ τοιαῦτα ἐφθέγξατο· "Μή σε ἀπατάτω ὁ Θεός σου, ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, ὅτι ῥύσεται Ἱερουσαλὴμ ἐκ τῶν χειρῶν μου. Μὴ ἐῤῥύσαντο θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός