1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

19

ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως." Συμβαίνει καὶ ταῦτα τῇ τοῦ Ἀποστόλου διδασκαλίᾳ· "Νῦν γὰρ, φησὶ, μένει πίστις, ἐλπὶς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ πάντων ἡ ἀγάπη." Καὶ γὰρ καὶ οὗτος ὁ θεῖος προφήτης ἠγάπησε μὲν τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης δυνάμεως· ἀγαπήσας δὲ θερμῶς ἐπί στευσεν εἰλικρινῶς, εἰλικρινῶς δὲ πιστεύσας ἤλπισε τῆς παρ' αὐτοῦ τεύξεσθαι βοηθείας· τυχὼν δὲ ὧν ἤλπι σεν, ἔδειξε τὴν περὶ τὸν πέλας ἀγάπην, καὶ κοινωνοὺς τοὺς ὁμοφύλους, ὧν ἔλαβεν, ἐποιήσατο. Ὅσα δὲ προ εγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ διὰ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, ἐν Χριστῷ Ἰησοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. ΤΟΜΟΣ Γʹ. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. "Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, καὶ ἔστησεν αὐ τὴν ἐν πεδίῳ ∆εηρᾶ ἐν χώρᾳ Βαβυλῶνος." Ὁ μὲν ἀγαθὸς ἡμῶν καὶ φιλάνθρωπος ∆εσπότης, ἅτε δὴ ποιητὴς καὶ δημιουργὸς, βούλεται "πάντας ἀνθρώ πους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν·" καὶ, "Οὐ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν." Οὗ χάριν ἅπαντα ὑπὲρ τῆς ἡμετέρας πραγματεύεται σωτηρίας. Οἱ δὲ ἀναλ γησίᾳ νοσοῦντες, καὶ τῷ ἀνηκέστῳ πάθει τῆς ἀλα 81.1316 ζονείας δουλεύοντες, οὐδεμίαν ἐκ τῶν θείων φαρμά κων ὠφέλειαν καρποῦνται, ἀλλ' ἐοίκασί τισιν ἀῤ ῥώστοις, ἀποστρεφομένοις μὲν τὴν παρὰ τῆς ἰατρι κῆς τέχνης προσαγομένην αὐτοῖς θεραπείαν, ἀκρα σίᾳ δὲ καὶ ἀταξίᾳ πολλῇ χρωμένοις, καὶ τὴν ἐπι κειμένην αὐτοῖς αὔξουσιν ὁσημέραι νόσον. Τοιοῦτος ἦν οὗτος ὁ ἀλαζὼν βασιλεὺς, ὃς τοῦ Θεοῦ τῶν ὅλων ἀμέτρῳ φιλανθρωπίᾳ χρησαμένου, καὶ μετὰ τὰς μυρίας παρανομίας τε καὶ δυσσεβείας θεραπείαν αὐτῷ προσενηνοχότος, καὶ ὑποδείξαντος τῆς τε παρ ούσης εὐημερίας τὸ ἐπίκηρόν τε καὶ μάταιον, καὶ τῆς ἀρετῆς τὸ ὑψηλὸν καὶ περίβλεπτον, ἣ καὶ τοὺς δορυαλώτους, καὶ τὸν τῆς δουλείας ζυγὸν φέρειν ἠναγκασμένους, ἀποφαίνει λαμπροὺς, εὐθὺς μὲν ἐθαύμασε τὴν τοῦ προφήτου σοφίαν, καὶ τὸν τούτου Θεὸν τῶν ὅλων εἶναι Θεὸν ὡμολόγησεν· ὀλίγου δὲ χρόνου διελθόντος, εἰς ἑαυτὸν ἐπανῆλθεν, ὥσπερ κύων εἰς τὸν ἴδιον ἔμετον, ᾗ φησιν ἡ θεία Γραφὴ, καὶ κατασκευάζει μὲν εἰκόνα χρυσῆν, τὸ μὲν ὕψος ἔχουσαν πήχεις ἑξήκοντα, τὸ δὲ εὖρος πήχεις ἓξ, καὶ ταύτην ἐν ἰσοπέδῳ στήσας χωρίῳ, ὥστε ἴσως ἁπάντων ὑπερέχειν καὶ ὑπὸ πάντων ὁμοίως ὁρᾶ σθαι, παρὰ πάντων αὐτὴν κελεύει προσκυνεῖσθαι τῶν ὑπηκόων. Οὐχ ἁπλοῦς δὲ οὗτος τῆς ἀλαζονείας ὁ τρόπος, ἀλλ' ἀντίθεος ἀντικρὺς καὶ θεομισής. Ἐπειδὴ γὰρ ὁ Θεὸς ὄναρ αὐτῷ μεγίστην ὑπέδειξεν εἰκόνα ἐκ τεττάρων ὑλῶν πεποιημένην, καὶ διὰ τούτων αὐτῷ τὰς τῶν τεττάρων βασιλειῶν διαδοχὰς παρεδήλωσεν, ἀντιστρατευόμενος τῷ Θεῷ τὸν οἰκεῖον τῦφον, κατασκευάζει δὴ καὶ αὐτὸς εἰκόνα μέγεθος αὐτῇ δεδωκὼς, ὅσον ἡ τῶν ἀνθρώπων παρασχεῖν ἠδύνατο τέχνη. Οὐκέτι δὲ καὶ ταύτην ἐκ χρυσίου, καὶ ἀργύ ρου, καὶ χαλκοῦ, καὶ σιδήρου ποιεῖ, ἀλλ' ἐκ μιᾶς ὕλης τῆς τοῦ χρυσοῦ κατασκευάζει, οἰόμενος ὁ δεί λαιος οὗτος ψευδεῖς ἀποδείξειν τοῦ Θεοῦ τὰς προῤ ῥήσεις. Καὶ ἐπειδὴ ὁ μακάριος ∆ανιὴλ τὸ ἐνύπνιον ἑρμηνεύων, αὐτὸν εἶναι ἔφη τὴν κεφαλὴν τὴν χρυσῆν, τουτέστι τῶν Βαβυλωνίων, εἴτουν Ἀσσυρίων βα σιλείαν, τὰ δὲ ἄλλα μόρια τῆς εἰκόνος ἐκ τῶν ἄλλων ὑλῶν, αἳ τὴν κεφαλὴν διεδέξαντο, αὐτὸς πᾶσαν ἐκ τοῦ χρυσίου τὴν εἰκόνα κατασκευάζει. βʹ. "Συνήγαγε, φησὶ, πάντας τοὺς σατράπας, ὑπάρχους τε καὶ στρατηγοὺς, καὶ τοπάρχας, ἡγουμένους τε καὶ τυράννους, καὶ τοὺς ἐπ' ἐξ ουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν, ἐλ θεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἧς ἔστησε Ναβου χοδονόσορ ὁ βασιλεύς." Καὶ τούτων δὲ ἕκαστον τὴν ἄκραν ὑπερηφανίαν παραδηλοῖ. Οὐ γὰρ ἁπλῶς τοὺς τυχόντας τῶν ὑπηκόων εἰς τὴν τῆς εἰκόνος συνεκά λεσεν ἑορτὴν, ἀλλὰ τούς τε τοπάρχας, καὶ τοὺς στρατηγοὺς, τοὺς τῶν σατραπειῶν τὴν ἡγεμονίαν πεπιστευμένους, καὶ εἴ τι ἕτερον εἶδος ἀρχῆς παρ' 81.1317 ἐκείνοις ἐνενόμιστο. Καὶ εὐθὺς μὲν ἡ κλῆσις ἁπλῆ τις