1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

27

φυλάξαντες. Καὶ γὰρ ὁ μα κάριος Μωσῆς, πρῶτα μὲν φῦναι τῷ θείῳ λόγῳ τὰ δένδρα συνέγραψεν, εἶτα τῶν νηκτῶν παραχθῆναι τὰ γένη, καὶ πρὸς τούτοις καὶ σὺν τούτοις τῶν ἀερο πόρων ὀρνίθων τὴν φύσιν, μετὰ δὲ ταῦτα θηρία καὶ κτήνη, τελευταῖον δὲ τὸν ἄνθρωπον. Καλέσαντες δὲ τῶν ἀνθρώπων τὴν φύσιν εἰς ὑμνῳδίαν, πάλιν κατὰ 81.1340 διαίρεσιν ὑμνεῖν παρεγγυῶσι τὸν Ποιητήν· καὶ πρώ τους μὲν τῶν ἄλλων ἁπάντων τοὺς υἱοὺς Ἰσραὴλ τοῦτο ποιεῖν παρακελεύονται· καὶ τούτους δὲ πολλα χῶς διαιροῦσι, καὶ τάττουσι πρώτους τοὺς ἱερεῖς, ἅτε δὴ τὴν θείαν λειτουργίαν πεπιστευμένους. Εἶτα, ἵνα μὴ νομισθῶσι μόνοις τοῖς ἱερεῦσι περιγράφειν τὴν ὑμνῳδίαν, ἐπάγουσιν· πεʹ. "Εὐλογεῖτε, δοῦλοι Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας·" μονονουχὶ λέγοντες, ὅτι δυνατὸν εὐνοϊκῶς δουλεύειν τῷ ∆εσπότῃ καὶ τὸν ἱερωσύνης γεγυμνωμένον. Προκηρύττουσι καὶ τὴν ἀνάστασιν· π ϛʹ. "Εὐλογεῖτε γὰρ, φασὶ, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν Κύριον·" τουτέστιν, αἱ πνευματικαὶ τῶν δικαίων ψυχαὶ, αἱ τῶν ἀνθρωπίνων παθῶν ὑπέρ τεραι γενόμεναι, αἱ τοῦ Πνεύματος τὴν χάριν ὑποδεξάμεναι. Ἔπειτα καὶ τοὺς ἀρετῆς εἴδη τινὰ κε κτημένους· πζʹ. "Εὐλογεῖτε, φασὶν, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον." ∆υνατὸν γὰρ, φασὶν, ἀδικίας ἀπηλλαγμένους, καὶ ταπεινῷ φρονήματι κεχρημέ νους, καὶ ἀρέσκειν Θεῷ καὶ τὸν ἁρμόττοντα ὕμνον προσφέρειν. Ταῦτα δὲ οὐκ ἀδολεσχίᾳ χρώμενοι κατ έλεξαν ἅπαντα, ἀλλὰ πρῶτον μὲν τὸ περὶ τὸν ∆εσπό την πυρσεύοντες φίλτρον, καὶ σφᾶς αὐτοὺς ἀναμι μνήσκοντες τῶν ἀῤῥήτων εὐεργεσιῶν, καὶ τῆς τῶν ἀνθρώπων ἕνεκεν ἐξ ἀρχῆς γενομένης δημιουργίας· διὰ γὰρ τούτων μηνύουσι τῶν λόγων, ὅτι Ὑμνοῦμέν σε καὶ ὑπερυψοῦμεν, ὅτι δι' ἀγγέλων ἡμᾶς εὐεργε τεῖς, ὅτι οὐρανὸν ἡμῶν χάριν ἐδημιούργησας, ἡλίῳ δὲ τὴν ἡμέραν φωτίζεις, καὶ τῇ σελήνῃ τῆς νυκτὸς κεραννύεις τὸ ἀφεγγὲς, καὶ τοῦ χρόνου ἡμᾶς τὰ μέ τρα διδάσκεις· ὑμνοῦμέν σε, ὅτι καὶ λειμῶνα ἡμῖν ἀστέρων βλαστῆσαι τὸν οὐρανὸν παρεσκεύασας, καὶ ἄνθεσιν ἀμαράντοις ἑστιᾷς ἡμῶν τὰς ὄψεις, καὶ τῆς νυκτὸς ἡμῖν διὰ τοῦ δρόμου τούτων παρέχεις τὰ μέ τρα γινώσκειν. Καὶ τίς ἄν σε πρὸς ἀξίαν ὑμνήσειεν, ὁρῶν τῶν ὡρῶν τὰς μεταβολὰς, τῶν τροπῶν τὰς ἀλλαγὰς, καῦμα προσφόρως ἐν θέρει γινόμενον; εἶτα πνευμάτων αὔρας ἀναψυχούσας, ψύχος ἐν χει μῶνι καὶ ὑετὸν ἐπιφερόμενον, καὶ ἕκαστον ῥυθμῷ καὶ τάξει προβαῖνον, ἀστραπὰς τὸν ὑετὸν μηνυούσας, νεφέλας τὸν ὑετὸν ὠδινούσας, ὄρη καὶ πεδία ληΐοις κομῶντα, καὶ ἄλσεσι, πηγὰς ὑπαναβλυζούσας, καὶ ἀρδείαν τοῖς φυτοῖς προσφερούσας, ποταμοὺς ἄπαυ στα τρέχοντας, καὶ τοῦ δρόμου παῦλαν οὐ δεχομέ νους, θάλατταν ἐν μέσῳ κειμένην, φιλίας καὶ ὁμονοίας αἰτίαν, καὶ χωρίον κοινὸν τούτων κἀκείνων δεχόμενον τὰ συμβόλαια; Καὶ ἵνα μὴ καθ' ἕκαστον λέγω, πρῶ τον μὲν τούτων ἁπάντων ἐμνημόνευσαν οἱ μακάριοι, τὴν οἰκείαν ἐπιδεικνύντες εὐγνωμοσύνην, καὶ θερμό τερον ἐπιτελέσαι τὸν ὕμνον τῇ μνήμῃ τῶν εὐερ γεσιῶν βουλόμενοι· ἔπειτα δὲ, καὶ τοὺς Χαλδαίους 81.1341 ἔξωθεν ὑπακούοντας παιδεῦσαι πειρώμενοι, ὅτι τὰ ὑπ' αὐτῶν προσκυνούμενα στοιχεῖα τοῦ Θεοῦ τῶν ὅλων [ἐστὶ] ποιήματα. ∆ιὰ τοῦτο καὶ πυρὸς καὶ ὑδάτων. ἡλίου τε καὶ σελήνης, οὐρανοῦ τε καὶ γῆς ἐναργῶς μνημονεύουσι, πεῖσαι βουλόμενοι τοὺς ἀνοήτους, παύ σασθαι μὲν τοῦ προσκυνεῖν τὰ ὁρώμενα, τὸν δὲ τού των ∆εσπότην ἐπιγνῶναι, καὶ τὴν πρέπουσαν αὐτῷ θεραπείαν προσενεγκεῖν. Εἰκὸς γὰρ ἦν τὸ μέγα θαῦμα θεωμένους, καὶ τοῦ πυρὸς τὴν ἧτταν ὁρῶντας, καὶ αὑτῶν δὲ καὶ τοῦ βασιλέως αὑτῶν αἰσχύνην, τῶν αἰχμαλώτων δὲ ἐκείνων παίδων τὴν σωτηρίαν τε καὶ παῤῥησίαν, δέξασθαι διὰ τῆς ὑμνῳδίας τὴν τῆς εὐ σεβείας διδασκαλίαν. Οὕτως ὑμνήσαντες τελευταίως ἐπάγουσιν· πηʹ. "Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας." Οὕτως ἑαυτοὺς ἐσχάτους ἡγοῦντο τῆς κτί σεως, καὶ πάντων ἀνθρώπων εὐτελεστάτους. Τοιοῦτος ἦν καὶ ὁ μακάριος Παῦλος, λέγων· "Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη." Καὶ ἀλλαχοῦ· "Χριστὸς, φησὶν, ἦλθεν εἰς τὸν